συστέλλεσθαι μὲν καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν εἰς τὸ μὴ οἶσαι καρποὺς βλαβοποιούς, οὐ μὴν ἐνῃρῆσθαι καὶ τῶν ῥιζῶν ἄχρις. νῦν μὲν γὰρ ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηράς, συστέλλομεν, »μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλήσῃ«, μὴ ἐῶντες ἀναμύειν καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια
πρὸς τὰς ἐκφύσεις, τοῦ λόγου δίκην ἀξίνης τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος· τότε δὲ καὶ τὸ ὅλως ἐνθυμηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.