πρότερον τοῦ φύειν στέλλεται, ἔστ᾿ ἂν πᾶσα ἀποσπασθῇ, λυθέντων 1 2 3 τῶν καθ᾿ οὓς ἐβλάστησε τόπους τῶν λίθεων (δυνατὸν γὰρ πάλιν εἰς τοὺς ἑαυτῶν ἐναρμοσθῆναι τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σῴζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἐν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ πᾶσα προθέλυμνος ἀποσπασθεῖσα
ἀποθάνῃ), κατὰ ταὐτὸ καὶ ὁ θεὸς ὁ τεχνίτης τὸν ἑαυτοῦ νεὼν τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς τὴν ἁμαρτίαν βλαστήσαντα, διέλυσε θανάτου προσκαίροις προσβολαῖς »ἀποκτέννων«, κατὰ τὸ γεγραμμένον, »καὶ ζῳοποιῶν«, ἵνα πάλιν τῶν αὐτῶν ἡ σὰρξ μερῶν, μετὰ τὸ ξηρανθῆναι καὶ ἀποθανεῖν τὸ ἁμάρτημα, δίκην ἀνακαινοποιηθέντος
ναοῦ ἀθάνατος καὶ ἀπήμων ἐγεθρῇ, τελέως ἐκ βάθρων ἀπολομένης τῆς ἁμαρτίας.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.