τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, 562 διὰ τὸ »πρωτότοκον τῶν νεκρῶν« καὶ »ἀπαρχὴν« αὐτὸν εἰρῆσθαι »τῶν κεκοιμημένων«, λέγοι ὅτι Καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων ὡσαύτως ἐκείνῳ δεῖ προσδοκᾶν ἀναστήσεσθαι <σώματα>, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, »οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ
Ἰησοῦ ἄξει σὺν αὐτῷ«, ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς· λέξομεν, Ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν »ἐκ θελήματος ἀνδρός«, »ἡδονῆς ὕπνῳ συνελθούσης«, »ἐν ἀνομίαις συλληφθὲν καὶ κισσηθὲν ἐν ἁμαρτίαις«, ἀλλὰ ἐκ »πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου« καὶ παρθένου,
τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥόπος.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.