αὐτοὶ τῆς τοιαύτης χρήσεως εὑρεταὶ γενόμενοι, ἢ τοιοῦτοι ὑπὸ θεοῦ γεγόνασιν, ἢ αὖ πάλιν ἕτερός τις ὑπάρχει ὁ εἰς τὰ τοιαῦτα τοὺς ἀνθρώπους παρορμῶν;
γεγονέναι λέγω, τουτέστιν ἐλεύθερον, ἀφ᾿ οὖ καὶ οἱ διάδοχοι τοῦ γένους τὴν ὁμοίαν ἐλευθερίαν ἐκληρώσαντο. φημὶ τοιγαροῦν ἐλεύθερον γεγονέναι τὸν ἄνθρωπον, δουλεύοντα δὲ αὐτὸν ᾧ βούλεται·
τε γὰρ οὐρανὸν εἴπῃς, ἔστηκε φέρων τὸν δεσπότην, οὐ μετακινούμε- 1 νος τοῦ ὡρισμένου τόπου· καὶ ἐάν τε περὶ ἡλίου τὸν λόγον ποιεῖσθαι θέλῃς, ἐκτελεῖ οὗτος τὴν ὡρισμένην κίνησιν, οὐ παραιτούμενος τὸν δρόμον, ἀλλὰ ἀνάγκῃ τινὶ δουλεύων τῷ δεσπότῃ. καὶ γῆν ὁμοίως πεπηγυῖαν ὁρᾷς καὶ φέρουσαν τὸ πρόσταγμα τοῦ κεκελευκότος.
δὲ καὶ τὰ ἄλλα ἀνάγκῃ δουλεύει τῷ πεποιηκότι. οὐδ᾿ ὁπότερον αὐτῶν δυνάμενον ἕτερόν τι παρὰ τὸ εἰς ὃ γέγονεν ποιεῖν. διόπερ οὐκ ἐπαινοῦμεν ταῦτα οὕτω πειθόμενα τῷ δεσπότῃ, οὐδέ τις αὐτοῖς ἀπόκειται κρείττων ἐλπίς, ὅτι τὸ προσταχθὲν ἄκοντες ἐφύλαξαν.
δουλαγωγῶν, οὐκ ἀνάγκῃ τῆς φύσεως κρατούμενος, οὐδὲ τῆς δυνάμεως ἀφαιρούμενος· ὅπερ αὐτῷ τῶν κρειττόνων ἕνεκα κεχαρίσθαι φημί, ἵνα τι πλεῖον ὧν ἔχει προσλάβῃ παρὰ τοῦ κρείττονος, ὅπερ αὐτῷ ἐκ τῆς ὑπακοῆς προσγίνεται καὶ ὡς ὀφειλὴν ἀπαιτεῖ παρὰ τοῦ πεποιηκότος.
ἕνεκα δὲ τῶν κρειττόνων. εἰ γὰρ ὡς ἕν τι γέγονεν τῶν στοιχείων ἢ τῶν ὁμοίως ἀνάγκῃ δουλευόντων θεῷ, οὐκέτι μισθὸν ἄξιον τῆς προαιρέσεως λαμβάνει, ἀλλ᾿ ὥσπερ ὄργανον ἂν ἦν τοῦ δημιουργοῦ, . . 2 τὴν ἐφ᾿ οἷς οὐ καλῶς ἔπραξεν ἀλόγως μέμψιν ὑπομένων· τούτων γὰρ αἴτιος ἦν ὁ χρώμενος. ἀλλ᾿ οὐδὲ τὸ κρεῖττον ἄνθρωπος ἠπίστατο, μηδὲν ἕτερον εἰδώς, ἀλλ᾿ ἐκεῖνο μόνον εἰς ὃ πέφυκεν εἶναι.
καὶ τῶν κρειττόνων ἐπιστήμονα γίνεσθαι, τὴν ἐξουσίαν αὐτῷ τοῦ δύνασθαι ποιεῖν ἃ βούλεται δεδωκέναι, καὶ τὴν ἐξουσίαν αὐτοῦ εἰς κρεῖττον <τρέπειν> παραινεῖν, οὐκ ἀφαιρούμενον πάλιν τὸ αὐτεξούσιον, ἀλλὰ τὸ κρεῖττον μηνύειν θέλοντα. τὸ μὲν γὰρ δύνασθαι πάρεστιν αὐτῷ, κἂν τὴν ἐντολὴν λαμβάνῃ, τὴν δὲ τοῦ δύνασθαι προαίρεσιν
εἰς τὸ κρεῖττον τρέπει ὁ θεὸς παραινεῖ.
τὸν ἄνθρωπον πείθεσθαι τοῖς προστάγμασιν ἀφαιρεῖν αὐτοῦ τὴν ἐξουσίαν τῆς προαιρέσεως, τοῦ δύνασθαι καὶ μὴ ὑπακούειν τοῖς προστάγμασιν.
θεοῦ προστάγματι. ὥστε οὐχ ἵνα τὴν ἐξουσίαν ἣν ἔδωκεν ἀφέλῃ προστάττειν βούλεται, ἀλλ᾿ ἵνα κρεῖττον δωρήσηται ὡς ἀξίῳ μειζόνων τῦχειν, ἀνθ᾿ ὧν ὑπήκουσεν τῷ θεῷ καὶ τὴν τοῦ μὴ ὑπακούειν ἐξουσίαν ἔχων. . . .
Gott befiehlt, ebenso auch, wenn er nicht will. Denn das Gerechte wird gegeben nach der Würdigkeit dessen, was jemand getan. Was wäre dann für ein Unterschied der Handlung, wenn nicht eines jeden von beiden Macht hätte der Mensch.
De Libero Arbitrio. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.