Θεοπάτρας καὶ τῶν λοιπῶν παρθένων τῶν τότε ἐν τῷ συνδείπνῳ 2 παραγενομένων, περὶ τῶν τῆς ἀγνείας λόγων, τίνες ἠσαν. φασὶ γὰρ σφόδρα μεγαλοπρεπῶς οὕτως αὐτὰς καὶ ἰσχυρῶς ἠγωνίσθαι, ὡς μηδενὸς εἶναι τῶν εἰς τὸ προκείμενον ἀναγκαίων ἐπιδεεῖς. εἰ οὖν ἑτέρου τινὸς ἒνεκα ἠλθες, τοῦτο εἰσαῦθις ἀναβαλλομένη μὴ ὀκνήσῃς νῦν
ὦν πυνθανόμεθά σου ἀκολούθως ἡμῖν ἂπαντα διελθεῖν.
τῶν γεγονότων. οὐ γὰρ ἔσχεν ὁ ἀναγγείλας ἀφηγήσασθαι πλέον ἢ ὅτι διάλογοι γεγένηντο· τίνες δὲ καὶ ὄπως, ἐπανερωτώμενος ηγνοει.
τῶν δὲ ἐπιμηνσθῶ, ἄ καὶ ἀξιονημόνευτα ἡγοῦμαι τυγχάνειν;
καὶ μὴ ἄλλως ποίει.
τρίβον. ἐπειδὴ οὖν ἠγγίζομεν, ἡ Θεοπάτρα, ἢδη, ἒφη, τῷ χωρίῳ, μεγάλη τις καὶ εὐειδὴς ἡσυχῆ βαίνουσα καὶ εὐσχημόνως ὑπήντησεν ἡμῖν γυνή, στολὴν πάνυ ἒκλαμπρον ὥσπερ ἀπὸ χιόνος ἡμφιεσμένη· θεῖον δέ τι καὶ ἀμήχανον Μῶς ἃπασα κάλλος ἡν· αἰδὼς αἰδὼς αὐτῇ τῷ προσώπῳ πολλὴ μετὰ σεμνότητος ἐπήνθει, τό τε βλέμμα βλοσυρὸν
μετὰ πραότητος ἱλαρῶς οὓτω κεκερασμένον οὐκ οὐκ ἴφη, ποτὲ θεασαμένη· 6 πάντα γὰρ ἀκαλλώπιστος ἠν καὶ νόθον ἒφερεν οὐδέν. αὕτη οὐν προσελθοῦσα μετὰ πολλῆς χαρᾶς ἑκάστην ἡμῶν μήτηρ ὥσπερ διὰ πολλοῦ θεασαμένη περιεπτύσσετο καὶ κατεφίλει, θυγατέρες, σφόδρα μοι ποθούσῃ, λέγουσα, εἰς τὸν λειμῶνα τῆς ἀφθαρσίας
ὑμᾶς εἰσαγαγεῖν, μόλις ἐληλύθατε, κατὰ τὴν ὁδὸν ἴσως ὑμᾶς ἐκφοβησάντων ἑρπετῶν. ἑώρων γὰρ ἀποσκοπεύουσα πολλάκις ἐκτρεπομένας, καὶ ἐδεδίειν μή πως ἀποπηδήσασαι κατολισθήητε διὰ κρημνῶν. ἀλλὰ χάρις ᾧ ἡρμοσάμην ὑμᾶς, ὡ τέκνα, νυμφίῳ, ἐπινεύσαντι πάντα τελεσιουργὰρ ταῖς εὐχαῖς. καὶ ἅμα 7 ταῦτα λεγούσης εἰς
τὸν περίβολον, ἔφη, φθάνομεν, ἀνεῳγμένων ἒτι τῶν θυρῶν, εἰσελθοῦσαί τε καταλαμβάνομεν ἤδη τὴν Θέκλαν καὶ τὴν Ἀγάθην καὶ τὴν Μάρκελλαν μελλούσας δειπνεῖν. εὐθέως οὖν τὴν Ἀρετὴν ἴφη φάναι· Δεῦτε δὴ καὶ ὑμεῖς παρὰ τὰς ὁμοτρόπους ὑμῖν ταυτασὶ ἐφεξῆς ἐνθάδε κατακλιθῆναι. ἦμεν ἠμεν ὡς οἶμαι, πᾶσαι τὸν ἀριθμὸν ἐκεῖ δαιτυ- 4 5 μόνες, ἔφη μοι, δέκα. ἠν δὲ τὸ χωρίον περικαλλὲς ὑπερφυῶς καὶ πολλῆς ἀναπαύσεως πεπληρωμένον. ἀὴρ μὲν γὰρ ἐκέχυτο καθαραῖς φωτὸς βολαῖς ἀνακεκερασμένος κούφως μετὰ πολλῆς εὐταξίας, καὶ πηγὴ κατὰ τὸ μεσαίτατον ἡσύχως ἐλαίου δίκην ἀνέβρυε γλυκύτατον
πόμα, αφ᾿ ἧς 8 ὕδωρ διειδὲς καὶ καθαρὸν δέον ἐποίει κρήνας αἱ ποταμηδὸν ὑπερχεόμεναι ἐπότιζον ἃπαντα τὸν χῶρον, πλούσια παρέχουσαι νάματα. δένδρα γὰρ ἠν διάφορα νεαραῖς ὀπώραις πληθύνοντα ἐκεῖ, εἰς ἐν κάλλος τῶν καρπῶν ἀπαιωρουμένων ἰλαρῶς, καὶ λειμῶνες ἀειθαλεῖς, ἐμπνόοις ἂνθεσι καὶ ποικίλοις κατεστεμμένοι, ἀφ’ ὧν προσέβαλεν
έβαλεν ἠπίως πνεῦμα πολλὴν εὐωδίαν φέρον. ἠν γὰρ ἐγγὺς ἂγνος δένδρον ὑψηλόν, ὑφ’ ᾧ ἀνεπαυόμεθα διὰ τὸ λίαν ἀμφιλαφὲς αὐτὸ καὶ σύσκιον τυγχάνειν.
χερσί, τροφῆς μὲν ἅλις ἤδη καὶ εὐωχίας· πάντα γὰρ πλήρη καὶ τὰ παρ’ ἡμῶν. τί οὖν ἐστιν, ὃ θέλω λοιπὸν ἢδη, καὶ τί προσδοκῶ;
πετάλοις.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.