(3)
Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.