(2)
Ὁ δὲ Ἴρεος εἶπεν τῷ Φιλίππῳ· Ποῦ θέλεις οἰκοδομήσωμεν συναγωγὴν καὶ ἐπισκοπεῖον ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ; Ὁ δὲ ἀπόστολός φησι· Ἐν ᾧ αὐτὸς οἶδας τέκνον· μόνον ἐκ τῶν σῶν ὑπαρχόντων καὶ μὴ ἐξ ἀδικίας. Λέγει ὁ Νηρεὺς ὁ τοῦ ἐγηγερμένου πατήρ· Καταξιώσατε ἐμὲ μᾶλλον οἰκοδομῆσαι. Καὶ ἦν χαρὰ μεγάλη, καὶ οὐκ ἡδύνατο χωρεῖν ἡ οἰκία τοὺς εἰσερχομένους ὄχλους. καὶ ἐξελθὼν ὁ Ἴρεος καὶ Νηρεὺς ἐκ τῆς οἰκίας συνεβουλεύσαντο μετ᾽ ἀλλήλων περὶ τῆς οἰκοδομῆς, καὶ λέγουσι· Βάλωμεν κλήρους περὶ τοῦ τόπου ἐν ᾧ οἰκοδομήσωμεν, εἴτε ἐν τῷ σῷ τόπῳ, εἴτε ἐν τῷ ἐμῷ. Ὁ δὲ Ἴρεος ἔφη· Ἀγαθώτατε Νηρεῦ, εἰ θέλεις ἐν τῷ σῷ τόπῳ γενέσθαι τὴν οἰκοδομήν, οὐ λυπῶ σε· μόνον τὸ θέλημα τοῦ θεοῦ γινέσθω. Καὶ χρηματισθέντες καθ᾽ ὃν ἔδει τρόπον οἰκοδομῆσαι, ἀνάλωσαν πολὺ χρυσίον οἱ δύο, καὶ τὸ πλῆθος τῶν ἀδελφῶν ἔχαιρεν ἐν τῇ σπουδῇ τῆς οἰκοδομῆς.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.