(21)
Μὴ μελλήσας δὲ ὁ Φίλιππος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσελθὼν τῇ κλίνῃ ἔθηκεν τὰς χεῖρας ἐπὶ τὸν παῖδα, καὶ ηὔξατο λέγων· Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀεὶ ἐπακούων μου τῆς δεήσεως, ἐλθέτω καὶ νῦν ἡ δέησίς μου ἐνώπιόν σου, καὶ χάρισαι ζωὴν τῷ σῷ δούλῳ Θεοφίλῳ διὰ τὸν παρεστῶτα ὄχλον. Καὶ εὐθέως εἰσῆλθεν ἡ πνοὴ εἰς τὸν παῖδα, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσέσχεν τῷ Φιλίππῳ. οἱ δὲ ὄχλοι θεασάμενοι τὸ γεγονὸς ἔθλιβον ἀλλήλους ἐγγίζειν τὴν κλίνην θέλοντες ἰδεῖν τὸ θαῦμα. προσέθετο δὲ ὁ Φίλιππος ἐκ δευτέρου λέγων· Νεανία, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἔγειρε. Καὶ εὐθέως ὁ Θεόφιλος ἀνεπήδησε τῆς κλίνης καὶ ἔκραξεν· Εἷς θεὸς ὁ Φιλίππου, Ἰησοῦς Χριστός, ὃς ἔδωκέν μοι τὸ ζῆν. Ὡς δὲ οἱ ὄχλοι ἐθεάσαντο τὸν παῖδα ἑστῶτα, ὡς ἐν μιᾷ φωνῇ ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ τοὺς νεκροὺς ἀνιστῶν. Διεκρίνοντο δὲ εἰς ἀλλήλους καὶ ἔλεγον· Ποῖον λοιπὸν θαῦμα μεῖζον ἔχομεν ἰδεῖν;Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.