(17)
Ὁ δὲ Ἴρεος ἦν ἐν ἀγαλλιάσει καρδίας ἐπὶ τοῖς ῥήμασι τοῦ Φιλίππου, ὁ δὲ Φίλιππος οὐ διελίμπανεν δοξάζων τὸν θεόν. ὡς δὲ οἱ ἄρχοντες τῆς πόλεως διέκρινον τὰ ῥήματα τοῦ τε ἀποστόλου καὶ τοῦ Ἰουδαίου, ἰδοὺ εἰσήχθη κλίνη ἐφ᾽ ᾗ ἐπέκειτό τις νεκρός,μονογενὴς υἱὸς τῷ πατρὶ καὶ τῇ μητρὶ ὑπάρχων, πλούσιος σφόδρα· ἦσαν δὲ καὶ τῇ κλίνῃ προσέγγιστα δοῦλοι δέκα, οἳ καὶ ἔμελλον συγκατακαίεσθαι τῷ νεκρῷ. οἱ δὲ ἄρχοντες τῆς πόλεως καὶ πᾶς ὁ ὄχλος καταμαθόντες ὅτι ἀληθῶς ἐστι νεκρὸς ἔκραξαν· Νῦν ὄντως μέγας ἐστὶν ἀγὼν τῶν χριστιανῶν· εἰ γάρ τίς ἐστιν ἐν αὐτῷ θεός, ἀναστήσει αὐτόν, καὶ πάντες πιστεύσομεν εἰς αὐτόν· ἀλλὰ καὶ αὐτοὺς τοὺς ναοὺς μετὰ τῶν εἰδώλων κατακαύσομεν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.