(11)
Καὶ ἦν ἰδεῖν ἐξαίφνης παράδοξον θαῦμα εἰς αὐτόν· εὐθέως γὰρ ὁ μὲν ὀφθαλμὸς αὐτοῦ ἐκοιλάνθη ὡς οὐκ ὤν, τὰ δὲ ὦτα αὐτοῦ ἤλγουν οὐ μικρῶς, καὶ ἡ δεξιὰ αὐτοῦ χεὶρ ἐκρέματο ξηρὰ ὧδε κἀκεῖσε περιφερομένη· καὶ ἐβόα λέγων· Ἐλέησόν με δοῦλε τοῦ ἐσταυρωμένου θεοῦ Φίλιππε· διὰ τοῦτο γὰρ καὶ προεῖπον ὅτι εἴ τι θέλεις δύνασαι ποιῆσαι. Παρεκάλει δὲ καὶ τοὺς σὺν αὐτῷ Ἰουδαίους ὅπως ἀξιώσωσι τὸν Φίλιππον ἵνα σπλαγχνισθεὶς ἰάσηται αὐτόν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.