(9)
Ἀκούσας δὲ ταῦτα ὁ Φίλιππος εἶπεν· Οἶδα ὅτι ἐὰν θελήσω οὐ μαστίζετέ με· τῇ γὰρ δυνάμει τοῦ ἐσταυρωμένου πατάξω ὑμᾶς πάντας τυφλώσει. Εἷς οὖν ἐξ αὐτῶν ὀνόματι Ἀρίσταρχος, υἱὸς Πληγενοῦς, μέγας ὢν ἐν τοῖς Ἰουδαίοις, ἐνώπιον πάντων λέγει τῷ Φιλίππῳ· Μὴ σπεῦδε ἡμᾶς ὦ Φίλιππε τυφλῶσαι· οἶδα γὰρ ὅτι δύνασαι. ἀλλὰ συζητήσωμεν διὰ λόγων περὶ τοῦ Ἰησοῦ· πεῖθον ἡμῖν ὁ λόγος· καὶ μὴ τῇ μαγείᾳ σου θέλε ἡμᾶς ἐκτυφλοῖν. καὶ γαρ ἐγὼ μέγας εἰμὶ ἐν τοῖς Ἰουδαίοις, καὶ ἐὰν ἐπιτρέψω, ἄρτι λιθάσωσί σε καὶ τοὺς μετὰ σέ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.