(3)
Ὡς δὲ εἶδον αὐτὸν οἱ καθεζόμενοι ἄρχοντες, ἀνέστησαν καὶ ἐξεπλάγησαν ὅτι οὐκ ἦν ἠμφιεσμένος ὡς πρώην, καὶ ὅτι οὔτε μετὰ ὀψικίου καὶ ὄχλου, ἀλλὰ δύο δοῦλοι μόνον ἠκολούθουν αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν Ὀνήσιμος πρῶτος εἶπεν μετὰ τὸ καθεσθῆναι αὐτούς· Οἶδα ὅτι οὐκ ἰσχύω λαλήσαί σοι, ἀλλά, παρακαλῶ, φθέγξαι ἡμῖν διὰ τί οὕτως ἀπησύχασας πανοικὶ μετὰ τοῦ ξένου καὶ μάγου τοῦ καλουμένου Φιλίππου; μή τι καινότερον ἀκούσας ἠπατήθης ὑπὸ τοῦ ξένου; νῦν οὖν παράδος ἡμῖν αὐτόν, ἵνα καὶ σὺ σωθῇς καὶ ἡ οἰκία σου, ὅτι πᾶσα ἡ πόλις κατὰ σοῦ στασιάζει. μὴ οὖν ἡμᾶς ἀπαξιώσῃ, ἀλλὰ ἀποκρίθητι ἡμῖν κἂν ἓν ῥῆμα, ὅτι καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ πόλις σοῦ ἕνεκεν συνῆλθον.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.