(3)
Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.