(8)
Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.