(6)
Καί φησιν ὁ πατὴρ αὐτῆς· Τί κλαίεις τέκνον; ἰδοὺ ἤγαγον τὸν ἰατρόν. Ἣ δὲ εἶπεν· Καλῶς ὦ πάτερ ὅτι σήμερον ἀνέπαυσας τὴν ψυχήν μου. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Μὴ φοβοῦ κόρη· τὰ φάρμακα τοῦ ἐμοῦ ἰατροῦ ἄρτι ἴασίν σοι παρέξουσιν. Καὶ ὡς ἤκουσεν ἡ κόρη, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ λέγουσα· Προσκυνῶ τὸν ἐν σοὶ ἰατρόν. ἰδοὺ ῥαίνω μου τὴν οἰκίαν ὕδατι καθαρῷ εἰς ἐπίβασιν τοῦ σοῦ ἰατροῦ, καὶ ἐκδυσαμένη μου τὰ βύσσινα ὑποστρώσω αὐτὰ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄνθρωπε τοῦ ἀληθινοῦ θεοῦ βοήθησόν μοι· οἶδα γὰρ ὅτι δύνασαι. Καὶ λέγει τῷ πατρὶ αὐτῆς· Εἰσαγάγωμεν αὐτὸν ἐνδοτέρω, ἵνα ἴδῃ ὁ τοῦ θεοῦ ἄνθρωπος τὴν πληγὴν τὴν οὖσαν ἐν ὅλῳ τῷ προσώπῳ μου.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.