(20)
Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.