(25)
Ὡς δὲ ἤκουσαν τούτους τοὺς λόγους παρὰ τοῦ Ἰωάννου, ἐπῆραν ἐπ᾽ αὐτὸν τὰς χεῖρας λέγοντες· Ἐδόξαμεν συμπολίτην σε εἶναι, νῦν δὲ ἐφανέρωσας σεαυτὸν ὅτι κοινωνὸς αὐτῶν εἶ· ὡς αὐτοὶ οὕτως καὶ σὺ θανατωθήσῃ· οἱ γὰρ ἱερεῖς ἐσκέψαντο στραγγίσαι ὑμῶν τὸ αἷμα καὶ οἴνῳ μίξαντες τῇ ἐχίδνῃ προσαγαγεῖν τοῦ ποτίσαι αὐτήν. Ὡς οὖν ἐπέβαλον οἱ ἱερεῖς τοῦ κρατῆσαι τὸν Ἰωάννην, παρελύθησαν αἱ χεῖρες αὐτῶν. ὁ δὲ Ἰωάννης εἶπεν τῷ Φιλίππῳ· Οὐ μὴ ἀποδῶμεν κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ Φίλιππος εἶπεν πρὸς τὸν Ἰωάννην· Ἰδοὺ δή, ποῦ ἐστιν ὁ κύριός μου Ἰησοῦς ὁ εἰπών μοι τοῦ μὴ ἐκδικῆσαι ἐμαυτόν; ἀλλά γε λοιπὸν οὐκ ἀνέξομαι, τελέσω δὲ ἐπ᾽ αὐτοὺς τὸ ἐμβρίμημά μου καὶ ὅλους αὐτοὺς ἀφανίσω.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.