(15)
Ἰδὼν δὲ αὐτοὺς ὁ ἀνθύπατος ἔβρυξεν τοὺς ὀδόν τας αὐτοῦ λέγων· Βασανίσατε τοὺς μάγους τούτους τοὺς πλανήσαντας πολλὰς γυναῖκας καὶ ἄνδρας νέους τε καὶ νεάνιδας, λέγοντας ἑαυτοὺς θεοσεβεῖς εἶναι, βδέλυγμα ὄντες. Καὶ ἐκέλευσεν ἐνεχθῆναι ὠμοὺς ἱμάντας καὶ τύπτεσθαι τόν τε Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην· καὶ μετὰ τὸ μαστιχθῆναι αὐτοὺς τοῖς ἱμᾶσιν ἐκέλευσεν δεθῆναι τοὺς πόδας αὐτῶν καὶ σύρεσθαι αὐτοὺς διὰ τῶν πλατειῶν τῆς πόλεως ἕως τῆς πύλης τοῦ ἱεροῦ αὐτῶν. πολλοὶ δὲ ὄχλοι συνήχθησαν, ὡς σχεδὸν μὴ μεῖναί τινα εἰς οἰκίαν, καὶ ἦσαν πάντες θαυμάζοντες αὐτοὺς ἐπὶ τῇ ὑπομονῇ αὐτῶν, βιαίως καὶ ἀπανθρώπως συρομένων αὐτῶν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.