(8)
Νικανόρα δὲ ἡ γυνὴ τοῦ ἀνθυπάτου κλινήρης κατακειμένη ὑπὸ διαφόρων νοσημάτων, μάλιστα τῶν ὀφθαλμῶν, ἀκούσασα τὰ περὶ τοῦ ἀποστόλου Φιλίππου καὶ τοῦ κηρύγματος αὐτοῦ, ἐπίστευσεν ἐπὶ τὸν κύριον. ἦν γὰρ καὶ πάλαι ἀκούσασα περὶ αὐτοῦ, καὶ ἐπικαλεσαμένη τὸ ὄνομα αὐτοῦ ἀπηλλάγη τῶν συνεχόντων αὐτῇ πόνων. καὶ ἀναστᾶσα ἐξῆλθεν τῆς οἰκίας αὐτῆς διὰ τῆς πλαγίας θύρας, βασταζομένη ὑπὸ ἰδίων αὐτῆς δούλων ἐν φορείῳ ἀργυρέῳ, καὶ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, ὅπου ἦσαν οἱ ἀπόστολοι.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.