(5)
γίνεσθε δὲ μᾶλλον πιστοί, σεμνοί, ἀγαθοεργεῖς, μὴ ἔχοντες δόλον. ἐξάρατε τὸ πονηρὸν σύστημα ἀφ᾽ ἑαυτῶν, τοῦτ᾽ ἔστιν τὰς κακίας ἐπιθυμίας, δι᾽ ὧν ἐγέννησεν ὁ ὄφις ὁ πονηρὸς δράκων ὁ ἀρχέκακος νομὴν ἀπωλείας καὶ θανάτου τῇ ψυχῇ, ἐπειδὴ ἡ τῶν κακῶν ἐπιθυμία πάσα ἐξ αὐτοῦ προελήλυθεν, καὶ αὕτη ἐστὶν ἡ ῥίζα τῆς ἀνομίας, τὸ σύστημα τῶν κακῶν, ὁ θάνατος τῶν ψυχῶν· ἡ γὰρ ἐπιθυμία τοῦ ἐχθροῦ ὁπλίζεται κατὰ τῶν πιστῶν, ἐξέρχεται δὲ ἀπὸ τοῦ σκότους καὶ πορεύεται ἐν τῷ σκότει, πολεμεῖν ἐπιχειροῦσα τοὺς ἐν τῷ φωτί. αὕτη γάρ ἐστιν ἡ τῆς πλεονεξίας ἀρχή.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.