(6)
Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.