(8)
Μετὰ δὲ τοὺς λόγους τούτους πεσόντες εἰς τὴν γῆν ἐπὶ πρόσωπον ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος προσεκύνησαν τῷ Φιλίππῳ καὶ τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἐδόξασαν τὸν θεὸν οἱ ἀπόστολοι καὶ προσέταξαν ἵνα ὁ ἔριφος καὶ ὁ λεόπαρδος συμπορευθῶσι μετ᾽ αὐτῶν καὶ φθάσωσιν εἰς τὴν πόλιν ὅπου ἀπέρχονται καθὼς ἀπεκάλυψεν αὐτοῖς ὁ σωτήρ· καὶ ἐπορεύθησαν ἅμα αἰνοῦντες καὶ δοξάζοντες τὸν θεόν. ἀμήν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.