τινάς, εὐσεβείᾳ καὶ πίστει λαμπρυνομένους, φιλοτίμως ἅπασι πάντα δι᾿ αὐτῶν χορηγηθῆναι κελεύσας, οὐ μόνον ἀρχιερεῦσι καὶ ἱερεῦσι καὶ τοῖς τούτοις συνεπομένοις, ἀλλὰ καὶ τοῖς δεομένοις ἅπασι τοῖς πανταχόθεν συντρέχουσιν, ἀφάτου πλήθους συρρέοντος ἐκ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς κατὰ τὴν ἀνατολὴν γῆς ἐκεῖσε εἰς τὰ ἐγκαίνια τῆς
νέας Ἱερουοαλήμ. διεκοσμεῖτο δὲ καὶ τὸ θεῖον θυσιαστήριον βασιλικοῖς παραπετάσμασι καὶ κειμηλίοις λιθοκολλήτοις χρυσοῖς.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.