ταῦτα καὶ τὰ τοιαῦτα τὸν βασιλέα διδάσκουσιν οἱ προρρηθέντες κατήγοροι διὰ τῶν περὶ Εὐσέβιον τὸν Νικομηδείας, εἰς ὀργὴν κινοῦντες αὐτὸν κατὰ Ἀθανασίου, καὶ ὅτι τὸ θεῖον γράμμα δεξάμενος οὐ προσήκατο καὶ Ἄρειον οὐκ ἐδέξατο τῆς σῆς εὐσεβείας τὴν πίστιν, ὡς ἀκούσαντα τὸν βασιλέα τὰ κατὰ
Ἀθανασίου λεγόμενα ἐκπλαγῆναι αὐτόν, ὥστε παρευθὺς κελεῦσαι αὐτὸν ἤσκειν τάχιστα πρὸς αὐτὸν Ἀθανάσιον τὸν ἐπίσκοπον εἰς τὴν Κωνσταντινούπολιν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.