προσφέρουσιν οἱ γονεῖς τῷ ἐπισκόπῳ Ἀλεξάνδρῳ τὸν Ἀθανάσιον, ᾧπερ εὐθέως ὁ ἐπίσκοπος τὸ ἱερατικὸν ἐφοὺδ περιτίθησι, νέον αὐτὸν Σαμουὴλ τῇ ἐκκλησίᾳ προβιβάζων εἰς ἄμυναν τῶν ἀληθῶς ἀλλοφύλων. καὶ γὰρ πολλοὺς ἀγῶνας ὑπέμεινεν ὑπὲρ τῶν αἱρετικῶν, οἵτινες καὶ συνωμοσίαν ποιήσαντες <ἦσαν> οὐ τεσσαράκοντα ἄνδρες μόνον κατὰ
τὸν ἱερὸν ἀπόστολον Παῦλον, ἀλλὰ πᾶν τὸ πλῆθος τῶν αἱρετικῶν, μάλιστα τῶν Ἀρειομανιτῶν, τὸ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, τοῦ Ἀθαναςίου μετὰ τοῦ Δαυὶδ ψάλλοντος καὶ λέγοντος·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.