>βρινῶν καὶ ἀρκτώων τῆς οἰκουμένης μερῶν φυλάττουσιν >ἥν τινες τῶν κατὰ τὴν ἑώαν τόπων οὐ προσίενται, ὡν ἕνεκεν >τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο καὶ αὐτὸς δὲ τῇ ὑμε- >τέρᾳ ἀγχινοίᾳ ἀρέσκειν ὑπεσχόμην, ἵν᾿ ὅπερ δἄν κατὰ τὴν >πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν πᾶσαν Σπανίαν τε καὶ
>Βρεττανίας Αἴγυπτόν τε καὶ Λιβύας Ἑλλάδα τε ὅλην Ἀσιανήν >διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν μιᾷ καὶ τῇ αὐτῇ συμφώνῳ φυ- >λάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται >λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρη- 1 2 >μένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα >πάντας ὁσιώτατόν ἐστι βουλεύεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς >ἀπαιτεῖν δοκεῖ, τὸ μηδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας σχεῖν >νωνίαν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.