>λογίας τόπος. ἀλλ᾿ αὐτός τε πρῶτος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς >ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν οὕτω τε καὶ ἑαυτὸν φρονεῖν >συνωμολόγησε, καὶ ταύτῃ τοὺς πάντας συγκατατίθεσθαι ὑπογράφειν >τε τοῖς δόγμασι κοὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο, ἑνὸς 1 2 μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου, ὃ καὶ αὐτὸ ἡρμή- >νευσε, λέγων, ὅτι μὴ κατὰ τὰ τῶν σωμάτων πάθη λέγοιτο τῷ >ὁμοούσιος οὔτε κατὰ διαίρεσιν οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ >πατρὸς ὑποστῆναι· μηδὲ γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ
>ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι, θείοις δὲ >ἀπορρήτοις λόγοις προσήκειν τὰ τοιαῦτα νοεῖν. καὶ ὁ μὲν >τος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τὰ τοιάδε ἐφιλοσόφει, οἱ >προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πε- >ποιηκασιν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.