χεῖρον ἐγίνετο τὸ κακόν. ταῦτα γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος, καὶ τὴν ψυχὴν ὑπεραλγήσας συμφοράν τε οἰκείαν τὸ πρᾶγμα ἡγούμενος, παραχρῆμα τὸ ἀναφθὲν κακὸν κατασβέσαι σπουδάζων, γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον διαπέμπεται δι᾿ ἀνδρὸς ἀξιοπίστου, 1 2 3 ἐπισκόπου πόλεως μιᾶς τῶν Σπανίων Κουρδούβης, ἐπεὶ αὐτὸν ἠγάπα καὶ διὰ τιμῆς ἦγεν ὁ βασιλεύς.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.