ὁ ἀλιτήριος καὶ τῶν οἰκείων δὲ στρατῶν ἔρημον ἑαυτὸν θεασάμενος 1 2 ἐπὶ τὴν τῶν κρειττόνων ἀσπίδα προσπεφευγότων, τὰ μὲν πρῶτα κρυπτάζεσθαι ἐσπούδαζεν ἐν Χρυσοπόλει τῆς Βιθυνῶν ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστί) μὴ δυνηθεὶς δέ, ἰδὼν ἑαυτὸν ἤδη πρηνῆ κείμενον ὑπὸ τοῖς Κωνσταντίνου τοῦ βασιλέως ποσίν, ἐξέδωκεν
ἑαυτόν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.