Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τὸν ἰδιωτικὸν ἀπειληφότων αὐτῶν βίον, καθά φησιν ὁ Εὐσέβιος, χρόνου οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατος καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατος τῷ τε θείῳ λόγῳ προσφιλέστατον ἑαυτὸν διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ Σεβαστὸν ἀνθ' ἑαυτοῦ
καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, ἁπάσης μετὰ θάνατον, νατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλεὺς γεγονώς·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.