22.
[18]
PAUS. X 9, 11 τὴν δὲ πληγὴν Ἀθηναῖοι τὴν ἐν Αἰγὸς ποταμοῖς οὐ μετὰ τοῦ δικαίου συμβῆναί σφισιν ὁμολογοῦσι. προδοθῆναι γὰρ ἐπὶ χρήμασιν ὑπὸ τῶν στρατηγησάντων, Τυδέα δὲ εἶναι καὶ Ἀδείμαντον οἳ τὰ δῶρα ἐδέξαντο παρὰ Λυσάνδρου. καὶ ἐς ἀπόδειξιν τοῦ λόγου Σιβύλλης παρέχονται τῶν χρησμῶν . . . τὰ δὲ ἕτερα ἐκ Μουσαίου χρησμῶν μνημονεύουσι·ἡγεμόνων κακότητι, παραιφασίη δέ τις ἔσται·
ἦ τ(ε) ἅλις ἠμύσουσι πόλιν, τείσουσι δὲ ποινήν.
Fragmenta. Eleusinius Musaeus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.