ΠΕΡΙ ΔΙΑΜΟΝΗΣ ΚΡΙΘΩΝ, ὥστε ταύτας ὑγιεῖς ἐν τοῖς ὡρείοις φυλάττεσθαι ἐπὶ πλεῖστον χρόνον.
1]
Τηρήσει τὰς κριθὰς ἀβλαβεῖς δάφνης καρποφόρου φύλλα ξηρὰ καὶ πᾶσα τέφρα, μάλιστα δὲ ἡ ἀπὸ τῶν ξύλων τῆς δάφνης, ἐντιθεμένη.2]
Ὁμοίως δὲ τὰς κρίθας καὶ ἡ ἀείζωος βοτάνη ξηραινομένη καὶ μετὰ καλαμίνθης σὺν γύψῳ ἀναμιγνυμένη ταῖς κριθαῖς.3]
Ἔνιοι δὲ ὄξους ἀγγεῖον πληρώσαντες καὶ πωμάσαντες ἐν μέσῳ τιθέασι τῶν κριθῶν.4]
Εἰδέναι δὲ χρὴ ὅτι αἱ κριθαὶ παλαιούμεναι πικραὶ γίνονται.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.