2]
Ποιήσεις δὲ παλαιοφανεῖς τοὺς οἴνους ἐὰν λαβὼν κεράμια δύο κοῦφα ἀπὸ οἴνου παλαιοῦ, ἀφελὼν αὐτῶν τὰ ὦτα καὶ χείλη, καὶ τοῦ πυθμένος τὰ ἄκρα, τὰ μὴ μεταλαβόντα τοῦ οἴνου ἀπορρίψῃς· τὸ δὲ ἄλλο ἐᾶν δεῖ σὺν τῇ παλαιᾷ τρυγὶ τοῦ οἴνου· κατεάξας τε καὶ σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα ἡμιμόδιον, καὶ ἀνατάραξον τὸν οἶνον, καὶ περιχρίσας ἔασον ἡμέρας δεκαπέντε, εἶτα ἀνοίξας χρῶ, καὶ δόξεις εἶναι τὸν οἶνον ἐτῶν δέκα.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.