2]
Τινὲς δὲ οὕτως ἀρτύουσι τοὺς οἴνους · κρόκου βάλλουσι γράμματα γ′· οὗτος δὲ εὔχροον ποιεῖ· λιβάνου τοῦ ἄρσενος σεσησμένου δραχμὰς δ′· οὗτος αὐστηρὸν τὸν οἶνον ποιεῖ· φύλλου σφαιρίον ἕν · εὐωδίαν γὰρ παρέχει · ἕκαστον τούτων διακεκομμένον καὶ σεσησμένον μίξας, καὶ πάλιν σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα κοχλιάρια β′, ἐπειδὰν μηκέτι ζέῃ ὁ οἶνος, ἀλλὰ καταστῇ.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.