2]
Οὐκ ἔστι δὲ τοῦτο ἀληθές, ὡς ἡ πεῖρα παρέστησε πολλάκις· ἐγὼ γὰρ εἰς τέρμινθον, ἣν οἱ ἐπιχώριοι τερέβινθον καλοῦσι, μάλιστα ῥητίνην ἔχουσαν, πιστάκια πολλάκις ἐγκεντρίσας καὶ ἐμφυλλίσας, ἔσχον μεγάλα δένδρα· καὶ ἔστιν εἰπεῖν πλέον τοῦ ἰδίου φυτοῦ ἐπιδέχεται ἡ τέρμινθος τὸν κατάπηγα τοῦ πιστακίου· καὶ κάρυα δὲ πολλάκις ἐμφυλλίσας καὶ ἐγκεντρίσας ἐπέτυχον.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.