62.
Σωφροσύνην, τόπερ δὴ καὶ ἀναγκαιότατον, παρὰ τῶν ξυνοικουσέων, γυναικῶν ἄνδρες ἀπαιτέουσι καὶ ὡς κρέσσονες ποδεεστέρων ἄρχειν ἀξιεῦσι· ταῦτα δὲ ἀξιεῦντες οὐκ αἰδέονται ὁκόσα ποῤῥωτάτω ἐστὶ σωφροσύνης καὶ τῶν ἐν τῇ τοῦ κρέσσονος ἐόντων μοίρῃ, τὸ ἐξαμαρτάνειν ταῦτα αὐτοί, ὥσπερ σφίσι μούνοισι ἐξεόν, καὶ μετὰ τοῦ ἀνεπιπλήκτου παρὰ σφέων παντελέως καὶ ἀνέδην οὕτως πλημμελέοντες.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.