50.
Ἄνθρωποι ἀνθρώπων ἐπὶ κατηγορίας ἀπικνέονται, οἱ μὲν ἐκ συγκειμένων ψευδέων ἐγκλημάτων, οἱ δὲ ἀληθέα κατηγορέοντες. Οἱ δ’ αὖ ἐπαινέουσι, οἱ μὲν τὰ ἐόντα μαρτυρέοντες, οἱ δὲ παρὰ τὸ ἀληθὲς χαριζόμενοι. Ἄριστον ὠν ἐν τοῖσι τοιούτοισι καὶ ἰδιώτῃ καὶ ἄρχοντι, μήτε αὐτὸν πιστεύειν αὐτόθεν, μήτε ἀπιστέειν παντελέως, ἐκ δὲ τῶν πρηγμάτων ἐξεταζομένων, ὅκως χρὴ περὶ αὐτῶν διανοέεσθαι, καὶ τὸ ἀτρεκὲς αὐτῶν μανθάνειν.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.