47.
Ἐν ἀρχῇ ἐών, ἔπειτα ἔχθρης μεμνημένος, τῇ χείρονι μοίρῃ σεωυτὸν νεμέεις καὶ τῆς ἀπαιτεομένης ἐν τῷ ἄρχοντι σεμνότητος σεωυτὸν ἀποστερήσεις καὶ παρὰ τῶν ξυνεπισταμένων ὅτι ἔχθρῃ διδοῖς σεωυτόν, ἀντὶ τῶν σεμνοτάτων οὐνομάτων δικάστεω καὶ ἄρχοντος τὸ εὐδιαβλητότατον οὔνομα ἀντιλαβών, τῶν δικαζομένων ἐχθρὸς κεκλήσεαι.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.