44.
Ἀνὴρ ἄρχων καὶ ἰδιώτης δὲ ἅπας ἴστω ἀπὸ τῆς φύσιος τῶν πρηγμάτων, ὁκοῖα ἂν αὐτὰ παρέχηται, τοιαύτης καὶ τῆς ἐπ’ αὐτοῖσι μνήμης ἤτοι ἀγαθῆς ἢ πονηρῆς τευξόμενος. Καὶ τοῦτο ἐπιφρασθεὶς οὕτω κρινέτω ἐπ’ ὁκοτέρην τῶν ὁδῶν καὶ τὴν ἐπ’ ὁκοτέρην τῶν μνημέων ἄγουσαν τρέπηται, καὶ κοίην αὐτέων τῶν μνημέων αὐτῷ ἄμεινον προτιμῆσαι.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.