39.
Πλοῦτος ἐν πόλι τῇ μελλούσῃ εὐδαιμονέειν ἀρετῆς μήκοτε προτιμηθείη, ὅκως μὴ διὰ τοῦτο ἐς τὴν ἐκείνου ἐπιθυμίην πάντων συῤῥεόντων ὀλιγωρίη καὶ ἀνασκησίη ἀρετῆς ψυχῇσι τῶν κατὰ τὴν πόλιν ἐμφυῇ. Ἀρετῆς γὰρ ἀτιμαζομένης, πλοῦτος μοῦνος σπουδαζόμενος καὶ ἐνδυναστεύσας ὕβριός τε καὶ ὑπερηφανίης ὑπηρέτης καὶ πάντων κακῶν τὰ ὑπ’ ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου τῆς ἀπεστεώσης ἀρετῆς οὐδεὶς ἀνακαλέσεται, χορηγὸς γίνεται.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.