24.
Ἄνδρα χρήματα μεγάλα ἔχοντα ἀποτεθησαυρισμένα, καὶ αὐτοῦ τούτου εἵνεκα ἐπικτώμενον, καὶ ὅκως αἰεί τι τοῖσι παρεοῦσι προσθέῃ πρήγματα μὲν ἔχοντα, μήτε δὲ ἐς ἑωυτὸν μήτε ἐς ἄλλο τι τῶν χρησίμων ἀναλίσκοντα, μήκοτε πλουτέειν ἀποφήναιο, φύλακα δὲ καὶ ποριστὴν εἶναι ἀλλοτρίων χρημάτων, καὶ πόνους ἔχειν αἱρέεσθαι πολλάκις καὶ τοῖσι ἑωυτῷ μηδὲν προσήκουσι ἐπικτώμενον.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.