2.
Ἀνθρωποι πολυμαθίης ἔχειν δόξαν ἢ τοῦ ἀληθίζεσθαι ἔρωτα πλεῦνα ἐκτέαται. Πολλοὶ γοῦν τοῖσιᵃ πρὸ ἑωυτῶν ἐναντίας δόξας συστησάμενοι τὴν γνῶσιν τοῦ ἀληθέος περὶ τῶν ἀναγκαιοτάτων ἀφείλοντο τῷ τὴν πίστιν αὐτέωνᵇ μὴ ἐν βεβαίῳ ἑστάναι, ὑπὸ δὲ τοῦ ἀπὸ τῆς προτέρης δόξης περιτρέψαι ἐς ᶜ τοὐναντίον, λόγον παρασκευάσαντες ἐν τῷ ἀσταθμητοτάτῳ αἰωρέεσθαι.Fragmenta. Eusebius Myndius. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.