ΠΕΡΙ ΣΥΝΤΑΚΤΙΚΟΥ.
χωρισμῷ, καὶ εἰ μὴ ὄντως ἀνιῷτο, προσποιήσεται πεπονθέναι πρὸς ἐκείνους οἷς συντάττεται. προὔλαβε μὲν ὁ θεῖος Ὅμηρος καὶ τοῦτο τὸ εἶδος· κινῶν γὰρ ἐκ τῆς Φαιακίας Ὀδυσσέα ποιεῖ συνταττόμενον αὐτὸν Ἀλκινόῳ
καὶ Φαίαξι καὶ μικρὸν ὕστερον Ἀρήτῃ τῇ Ἀλκινόου, καὶ περιτέθεικεν αὐτῷ συνταττομένῳ τῇ γυναικὶ ταῦτα τὰ ἔπη,
μὴ ἀφιστάμενοι τοῦ Ὁμηρικοῦ ἔθους διέλωμεν. χάριν ὁμολογήσει τῇ πόλει, ἐξ ᾗς ἡ ἐπάνοδος, ἐπαινέσεις δὲ αὐτήν, ὁπόθεν ἂν ὁ καιρὸς αὐτῇ διδῷ τὰ ἐγκώμια, οἷον ἀπὸ τῶν ἀρχαίων εἴ τι σεμνὸν ἔχοις, ἀπὸ τῶν ἀέρων, ἀπὸ τοῦ εἴδους τοῦ κάλλους, οἷον ἀπὸ στοῶν καὶ λιμένων καὶ ἀκροπόλεως καὶ ἱερῶν πολυτελῶν καὶ ἀγαλμάτων. ἐπαινέσεις δὲ μετὰ ταῦτα καὶ τὰς ἐν αὐτῇ
πανηγύρεις καὶ ἱερομηνίας καὶ μουσικὰ θέατρα καὶ ἀγώνων διαθέσεις, πανταχοῦ παραπλέκων, ἵνα μὴ ἀπλοῦν γένηται ἐγκώμιον, τὸ ὅτι ἀνιᾶται μέλλων τούτων χωρίζεσθαι ἐφʼ ἑκάστῳ σχεδὸν εἰπεῖν τῶν νοημάτων, ἵνα συντακτικὸν εἶδος ὁ λόγος λάβῃ. ἐπαινέσεις
δὲ καὶ τοὺς ἄνδρας, οἷον ἱερέας, εἰ τύχοι, δᾳδούχους τε καὶ ἱεροφάντας καὶ τὰ ἤθη τῶν ἀνδρῶν, ὅτι ἥμεροι καὶ φιλόξενοι, καὶ ἑτέροις δὲ ὁμοίως συντάξεται, κἀνταῦθα ἐνδεικνύμενος τὸ καὶ ἀλγεῖν καὶ δακρύειν 2 ἐπὶ τῷ χωρισμῷ. μετὰ δὲ τὸ πρῶτον μέρος ἥξεις πάλιν
ἐφʼ ἕτερον μέρος, ἐν μνησθήσεται καὶ τῶν τόπων, εἰς οὓς ἐπανελεύσεται. καὶ εἰ μὲν εἶεν ἄγνωστοι οἱ ἄνδρες παρʼ οὓς καὶ σπεύδειν ἔκρινεν, ἐρεῖς· πῶς ἄρα ἡμᾶς ὑποδέξονται, τίνες ἄρα πάλιν συνήθεις; εἰ δὲ παρὰ τὴν αὐτοῦ πατρίδα σπεύδει, ἐρεῖς· τίς γὰρ οὐ
ποθήσει τὴν οἰκείαν; ἴσως γὰρ ἀκούετε καὶ ὑμεῖς· ἔνδοξος γὰρ καὶ λαμπρὰ παρὰ πᾶσιν ἡμῶν ἡ πόλις. εἶτα συνεύξῃ που τούτοις παρὰ τῶν ποιητῶν ἐξελὼν τὰ κάλλιστα, καὶ ὅτι πολλῶν ἂν χρημάτων προτιμήσειας πυνθάνεσθαι δὴ περὶ αὐτῶν τὰ βέλτιστα, καὶ ὅτι ἐπιλήσῃ
αὐτῶν οὐδέποτε, καὶ ὅτι διαδώσεις λόγον ἁπανταχοῦ θαυμάζων αὐτῶν τὰ ἐξαίρετα. συνεύξῃ δὲ ἑαυτῷ καὶ πλοῦν ἀγαθὸν καὶ ἐπάνοδον χρηστήν, καὶ ὅ τι ἂν οὕτω τύχῃ, καὶ εἰ παῖδας ποιήσειας, ἀποστελεῖς αὐτοὺς ὀψομένους τὴν αὐτὴν πόλιν.
καὶ θαυμαστήν, ὅτι ἀκούω λόγων αὐτὴν εἶναι καὶ Μουσῶν ἐργαστήριον. ἐνδιατρίψεις δὲ τῷ λόγῳ τῷ περὶ τῆς χρείας καὶ τῆς αἰτίας, διʼ ἣν ἐπείγῃ, ὅτι ἐκεῖ πυνθάνομαι Πιερίαν ὄντως, ἐκεῖ τὸν Ἑλικῶνα· καὶ ὅταν αὐξήσῃς τοῦτο τὸ μέρος, καὶ τὴν χρείαν ἐρεῖς διʼ
ἣν σπεύδεις· δεῖ γὰρ ταῖς ἀνάγκαις τοῦτο θεραπεύειν· ὁρῶμεν δὲ καὶ τὴν φύσιν τοῦ παντὸς πειθομένην ταῖς τῆς φύσεως ἀνάγκαις, καὶ ὡς ὁ πατὴρ τῶν ὅλων ἐνομοθέτησε. διὸ καὶ πᾶσα ἀνάγκη τῷ νόμῳ πείθεσθαι τῆς πατρίδος. τοῦτο δέ σοι ἁρμόσει λέγειν οὐχ ὅταν
ἀπὸ τῆς αὐτοῦ πατρίδος ἐφʼ ἑτέραν σπεύδῃς γῆν, ἀλλʼ ὅταν ἀπʼ ἄλλης εἰς τὴν σαυτοῦ πατρίδα καλῇ. ἐρεῖς δὲ ἐν τούτῳ, ὅτι λαμπρὰ καὶ μεγάλη ἡ πατρὶς καὶ ἀξία ποθεῖσθαι, ἀλλʼ ὅμως ὑμεῖς ἐμοὶ ποθεινότεροι. καλὸν μὲν καὶ τὸ περιπτύξασθαι γονέας καὶ ἀδελφοὺς καὶ
γένος, ἀλλʼ ὅμως οὐ μείονας ἔχω καὶ περὶ ὑμᾶς τοὺς ἔρωτας· ἀλλὰ τί γὰρ δεῖ ποιεῖν· ἀνάγκη γὰρ ἐπείγει. 4 ταῦτα δὲ ἐρεῖς, ὅταν εἰς τὴν ἑαυτοῦ πατρίδα, ὡς ἔφαμεν, ἀπὸ τῆς ἀλλοδαπῆς ἀπαίρειν μέλλῃς. ἐρεῖς δὲ ἐν ἀρχῇ τοῦ δευτέρου μέρους τῆς συντακτικῆς ταῦτα
εὐθὺς μετὰ τὰ ἐρωτικά, εἶτα δὲ ἄλλα τάξεις ἐφεξῆς, ὡς ἔφαμεν.
περὶ τούτου, λέγω δὴ μετὰ τὸ εἰπεῖν ὅτι πυνθάνομαι τὴν Πιερίαν ὄντως ἐκεῖ τυγχάνειν καὶ τὸν Ἑλικῶνα, ὡς ἐνδέχεται ἔτι τῆς ἡλικίας λόγους πονεῖν. εἶτα ἐπάξεις πάλιν, ὅτι ἐρανιοῦμαι καὶ λόγους καὶ φιλοσοφίαν, μαθήσομαι διʼ ὑμᾶς καὶ τὴν κοινὴν πατρίδα, καὶ ὅταν αἴσθωμαι τελέως οἷός τε ὢν τὴν ἐνεγκοῦσαν ὠφελεῖν, τότε πάλιν ποθήσω τὴν πόλιν καὶ τὸ γένος. τίς γὰρ Ἴβηρσι παρατυχὼν ἢ παρὰ Λωτοφάγους ἀφικόμενος οὐκ
ἄν ὑμᾶς προτιμήσειεν,
σαυτῷ περὶ τῆς ὁδοῦ καὶ περὶ τοῦ τυχεῖν τούτων ὗν σπουδάζεις σύν ἀγαθῇ καὶ λαμπρᾷ τύχῃ, καὶ περὶ τῆς 5 ἐπανόδου πάλιν· καλλωπίσεις δὲ τὸν λόγον καὶ εἰκόσι καὶ ἱστορίαις καὶ παραβολαῖς καὶ ταῖς ἄλλαις γλυκύτησι καὶ ἐκφράσεσί τισιν ἐν τῷ ἐπαίνῳ τῆς πόλεως, στοῶν
καὶ λιμένων καὶ ποταμῶν καὶ πηγῶν καὶ ἂλσεων, καὶ ἦθος δὲ περιθήσεις τῷ λόγῳ μέτριον καὶ ἀπλοῦν καὶ δεξιόν, τὴν ἐπιείκειαν πανταχοῦ ἐμφανίζων μετὰ τοῦ μὴ καθαιρεῖν τὸ ἀξίωμα μηδὲ ὑποπεπτωκέναι. μεμνῆσθαι δέ σε χρὴ τοῦ θεωρήματος, ὅτι πᾶσα ἀνάγκη καὶ
πρώτην ἐπαινεῖν καὶ πρώτην θαυμάζειν τὴν πόλιν πρὸς ἣν ἂν ὁ λόγος σοι γίγνηται, ἀφορᾶν δὲ χρὴ καὶ πρὸς τὰς πόλεις, εἰς ἃς σπεύδει τις, καὶ εἰ μὲν ἐφάμιλλοί εἰσιν αἱ πόλεις ἢ ὀλίγῳ βελτίους ἢ καὶ πολλῷ τῆς πόλεως, πρὸς ἣν ἂν συντάττηταί τις, ἐρεῖς, ὅτι
οὐ μείων ἐκείνης αὕτη· δεῖ γὰρ μηδαμῶς καθαιρεῖν τὴν πόλιν ἣν ἐπαινεῖν προειλόμεθα καὶ πρὸς ἣν συνταττόμεθα. εἰ δὲ πολλῷ ἐλάττους εἶεν αἰ πόλεις, παρʼ ἃς ἂν σπεύδῃ τις, τότε τὴν χρείαν αὐξήσεις, διʼ ἣν σπεύδει, ὅτι κρείττων μὲν ἡ ὑμετέρα πόλις πρὸς ἣν
συντάττομαι, ἡ δὲ ἀναγκαία χρεία τοῦ κτήματος, ὃ βουλόμεθα ἐρανίσασθαι, μόλις ἂν διʼ ἐκείνης γένοιτο. 6 ἔστω δέ σου τὸ μέτρον τοῦ λόγου ἡ χρεία. καὶ εἰ μὲν ὡς ἐν λαλιᾷ, βραχὺς δὲ ὁ τῆς λαλιᾶς λόγος, διὰ συντόμων ἐρεῖς, καὶ μάλιστα ὅταν πρὸς τῇ λαλιᾷ ταύτῃ μέλλῃς ἕτερον εὐθύς παρέχεσθαι λόγον· εἰ δὲ συντάξασθαι
μόνον προθυμηθείης, καὶ ταύτην ἐπίδειξιν μόνον κατʼ ἐκείνην τὴν ἡμέραν ποιήσασθαι, προάξεις τὴν συντακτικὴν συγγραφικῶς καὶ ἄχρι διακοσίων στίχων ἢ τριακοσίων, εἰ βουληθείης, καὶ οὐδείς σοι μέμψεται εὖ φρονῶν.
Περὶ ἐπιδεικτικῶν. Menander. ed. Leonhard von Spengel. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.