ΠΩΣ ΔΕΙ ΑΠΟ ΚΠΙΤΗΔΕΥΣΕΩΝ ΤΑΣ ΠΟΛΕΙΣ
ΕΓΚΩΜΙΑΖΕΙΝ.
πειράσομαι ποιῆσαι καταφανές. πολιτεῖαι μέν εἰσι τρεῖς, βασιλεία, ἀριστοκρατία, δημοκρατία, ταύταις δὲ παρακείμεναί εἰσι κακίαι, βασιλείᾳ μὲν τυραννίς, ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία καὶ πλουτοκρατία λεγομένη,
δημοκρατίᾳ δὲ λαοκρατία. παρὰ πάσας δὲ ταύτας ἡ μικτὴ ἐκ πάντων τούτων, ὁποία ἣ τε Ῥωμαῖκὴ καὶ ἡ Λακωνικὴ τὸ παλαιόν. εἰ τοίνυν ἐπαινοίης πόλιν, εἰ μὲν τυραννουμένην, ὡς βασιλευομένην ἐπαινεῖν δεῖ, ὡς ἐν τοῖς Νικοκλείοις ὁ Ἰσοκράτης πεποίηκεν, εἰ δὲ
λαοκρατουμένην, ὡς δημοκρατουμένην, ὡς ἐν τῷ Παναθηναῖκῷ 3 Ἰσοκράτης, καὶ Πλάτων ἐν τῷ ἐπιταφίῳ· εἰ δὲ πλουτοκρατουμένην, ὡς ἀριστοκρατουμένην· εἰ δὲ μικτήν, ὅτι ἐξ ἀπασῶν εἴληφε τὰ κάλλιστα. τοῦτο δὲ ὁ Πλάτων περὶ τῆς Λακωνικῆς πολιτείας ἐν τοῖς Νόμοις
εἴρηκεν, καὶ Ἀριστείδης ἐν τῷ Ῥωμαῖκῷ λόγῳ. εἴησαν δὲ ἐπαίνων ἀφορμαὶ παρὰ ταύτας ἁπάσας δεῖξαι πόλιν μὴ κατὰ τοὺς αὐτοὺς χρόνους ἀπάσαις κεχρημώνην ἀλλʼ ἄλλοτε ἄλλῃ, ὅπερ Ἰσοκράτης περὶ τῆς τῶν Ἀθηναίων πόλεως εἴρηκε καὶ Ἀριστείδης ἐν τῷ Παναθηναῖκῷ.
δεῖ δὲ νομίζειν περὶ πολιτείας, ἄριστον εἶναι τὸ ἑκοῦσαν, ἀλλὰ μὴ ἄκουσαν ἄρχεσθαι τὴν πόλιν, καὶ τὸ ἀκριβῶς φυλάττειν τοὺς νόμους, ἥκιστα δὲ νό- μων δεῖσθαι. τοῦτο δὲ τὸ μέρος τῶν ἐπαίνων κινδυνεύει 4 σχεδὸν ἀργὸν εἶναι· ὑπὸ γὰρ μιᾶς αἱ Ῥωμαϊκαὶ 5 ἅπασαι νῦν διοικοῦνται πόλεις, τελειότητος δὲ ἕνεκεν
ἐχρῆν περὶ αὐτοῦ μνησθῆναι.
εἰσιν αἱ κατʼ ἐπιστήμην ἐπιτηδεύσεις. φασὶ γὰρ οὐ Μυτιληναίους ἐπὶ κιθαρῳδίᾳ μέγιστον φρονῆσαι, Θηβαίους δὲ ἐπὶ αὐλητικῇ, Δηλίους ἐπὶ χοροστατικῇ, ἔτι δὲ καὶ νῦν τοὺς Ἀλεξανδρέας ἐπὶ γραμματικῇ γεωμετρίᾳ καὶ φιλοσοφίᾳ.
ἐπὶ ἀγαλματοποιΐα καὶ ζωγραφίᾳ, καὶ Κροτωνιάτας ἐπὶ ἰατρικῇ μέγιστον φρονῆσαι, καὶ ἄλλους ἐπʼ ἄλλαις τέχναις.
ἀνήκει δὲ ἐπὶ τὴν τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν δίαιταν καὶ τὴν τῶν παίδων διαγωγήν. δεῖ γὰρ τὸ αὐτὸ ἀποφαίνειν προσῆκον καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ παισὶν ἐπὶ διαίτῃ ἀπονενεμημένον, ὅπερ ὁ Δίων ἐν τῷ Ταρσικῷ ἐπιγραφομένῳ πεποίηκεν. ἀπὸ μὲν δὴ τούτων
τὰς τῶν πόλεων ἐπιτηδεύσεις δοκιμαστέον.
ἢ πολῖται ἀποδείκνυνται, κατὰ ταύτας δοκιμάζονται, καὶ αὐταὶ καὶ τὰ μέρη αὐτῶν. ἔστι δὲ δικαιοσύνης μὲν μέρη, εὐσέβεια, δικαιοπραγία καὶ ὁσιότης. εὐσέβεια 8 μὲν περὶ τούς θεούς, δικαιοπραγία δὲ περὶ τοὺς ἀνθρώπους, ὁσιότης δὲ περὶ τοὺς κατοιχομένους. τῆς
δʼ αὖ περὶ τούς θεοὺς εὐσεβείας τὸ μέν τί ἐστι θεοφιλότης, τὸ δὲ φιλοθεότης. θεοφιλότης μὲν τὸ ὑπὸ τῶν θεῶν φιλεῖσθαι καὶ παρὰ τῶν θεῶν πολλῶν τυγχάνειν, φιλοθεότης δὲ τὸ φιλεῖν τοὺς θεοὺς καὶ φιλίαν ἔχειν περὶ αὐτούς. τῆς δʼ αὖ φιλοθεότητος τὸ μέν τί ἐστιν
ἐν λόγοις, τὸ δέ τι ἐν ἔργοις. ἔργα δʼ ἢ ἴδια ἢ δημόσια, καὶ κατʼ εἰρήνην ἢ πόλεμον· ἄλλως γὰρ οὐκ ἂν εὐσέβεια φανείη πόλεως. δεῖ δὲ καὶ τούτων παραδείγματα ἑκάστων ἐκθέσθαι. τῆς μὲν θεοφιλότητος ἐκεῖνα ἐγκώμια, ἃ περὶ Ἀθηναίων καὶ Ῥοδίων καὶ Κορινθίων
λέγεται. περὶ Ἀθηναίων μέν, ὅτι Ἀθηνᾶ καὶ Πcσειδῶν. 9 10 ἤρισαν περὶ γῆς αὐτῶν, περὶ δὲ Ῥοίων, ὅτι ὗσεν ὁ Ζδεὺς χρυσῷ, περὶ δὲ Κορινθίων καὶ Ἰσθμοῦ, ὅτι Ἥλιος καὶ Ποσειδῶν ἤρισαν, περὶ δὲ Δελφῶν Ἀπόλλων καὶ Ποσειδῶν καὶ Θέμις καὶ Νύξ. ἐν δὲ τούτῳ τῷ μέρει
ἢ τοὺς πλείστους ἢ τοὺς ἀρίστους τῶν θεῶν ταῖς μεγίσταις τῶν τιμῶν ἢ ταῖς πρώταις ἢ ταῖς πλείσταις ἢ ταῖς ἀναγκαιοτάταις ἀποφαίνειν χρὴ τὴν πόλιν τετιμιηκότας. πλείστους μέν, ὡς περὶ Ἀθηναίων λέγεται· καὶ γὰρ Διόνυσον καὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν
καὶ Ἥφαιστον καὶ Ἄρην καὶ πάντας αὐτοὺς ἢ τοὺς πλείστους τετιμηκέναι λέγουσι. τούς ἀρίστους δέ, ὥσπερ Ὀλυμπίαν τὸν Δία καὶ Νεμέαν. ταῖς δὲ μεγίσταίς, 11 ὡς περὶ Ἀθηναίων, ὅτι σῖτον καὶ οἶνον αὐτοῖς ἐδωρήσαντο· πλείσταις δέ, ὡς περὶ Ἀθηναίων· σχεδὸν
γὰρ ἅπασαν τοῦ βίου τὴν κατασκευὴν αὐτοῖς ἀξιοῦσι παρὰ τῶν θεῶν γεγενῆσθαι. ταῖς δὲ ἀναγκαιοτάταις, 12 ὡς τὸ περὶ Αἰγυπτίων· ἀστρολογίαν γὰρ καὶ γεωμετρίαν ἀξιοῦσι παρʼ αὐτῶν γεγενῆσθαι. καὶ μάλιστα ὡς τὸ περὶ λόγων καὶ φιλοσοφίας· Ἀθηναίοις γὰρ μάλιστα
ταῦτα ὑπάρξαι δοκεῖ. οὕτως μὲν οὖν τὴν θεοφιλότητα ἐγκωμιάσεις ὠνομάσθη, ἣν τῆς τεχνικῆς ἕνεκα χρείας ἐπισκεπτέον. τὴν δʼ οὖ φιλοθεότητα, ὥσπερ ἔφην, 13 κριτέον ἰδίᾳ μέν, εἰ τῶν πολιτῶν ἕκαστος τῆς περὶ τοὺς θεούς θεραπείας ἐπιμελεῖται, δημοσίᾳ δὲ κατὰ πολλοὺς
τρόπους, εἰ τελετὰς κατεστήσαντο, εἰ πολλὰς ἑορτὰς ἐνόμισαν, εἰ πλείστας θυσίας ἢ ἀκριβεστάτας, εἰ πλεῖστα ἱερὰ ᾠκοδόμησαν ἢ πάντων θεῶν ἢ πολλὰ ἑκάστου, εἰ τὰς ἱερωσύνας ἀκριβῶς ποιοῦνται· ἀπὸ γὰρ τούτων αἰ τῶν πόλεων φιλοθεότητες ποιοῦνται. 14 τὴν μὲν οὖν τῶν καθʼ ἕνα σπάνιον ἐν τοῖς χρόνοις
εὑρεῖν, τῆς δὲ κοινῆς εὐσεβείας καὶ περὶ τοὺς θεούς σπουδῆς πολλαὶ ἂν μεταποιοῖντο πόλεις, ὥστ᾿, εἰ τούτων μίαν ἀποφαίνοις τὴν ἐγκωμιαζομένην, ἱκανὴν εὐφημίαν ἔσῃ πεπορισμένος. καὶ περὶ μὲν τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ταῦτα.
καὶ τὸ τοῖς ἔθεσιν ἴσοις καὶ φιλανθρώποις καὶ τὸ νόμοις 15 ἀκριβέσι καὶ δικαίοις χρῆσθαι. εἰ γὰρ μὴ ξένους ἀδικοῖεν μηδὲ ἀλλήλους κακουργοῖεν, τοῖς δʼ ἔθεσιν ἴσοις καὶ κοινοῖς καὶ τοῖς νόμοις χρῷντο δικαίοις, οἱ πολῖται ἄριστα καὶ δικαιότατα τὰς πόλεις οἰκήσονται.
ἀλλὰ τὸ τῶν νόμων ἐν τοῖς νῦν χρόνοις ἄχρηστον· κατὰ 16 γὰρ τοὺς κοινοὺς τῶν Ῥωμαίων νόμους πολιτευόμεθα, ἔθεσι δʼ ἄλλη πόλις ἄλλοις χρῆται, ἐξ ὧν προσῆκον ἐγκωμιάζειν.
τὴν ἐκφορὰν τῶν τετελευτηκότων αἱ τιμαὶ γίνονται ἢ περὶ τὰ νομιζόμενα καὶ τὰ μνήματα καὶ τοὺς τάφους. περὶ μὲν δὴ τὴν ἐκφοράν, ὡς τὸ Ἀθήνησι πρὸ ἡλίου ἀνίσχοντος, ἢ ἐν Θουρίοις νύκτωρ ἡ πρόθεσις, ἢ προθέσεως ἡμέρα τακτή, ὡς τὸ Ἀθήνησι καὶ ὅσα ἄλλα 17 τοιαῦτα. περὶ δὲ τὰ ὅσια, τίνος ἀπάγειν χοάς, πόσας,
τίνας μέχρι τίνος, ἐν ποίᾳ ἡλικίᾳ, τίνες αἰ ἀποφράδες 18 ἡμέραι· πάντα γὰρ ταῦτα ὁσιότητός εἰσιν. αὕτη τῆς δικαιοσύνης ἡ διαίρεσις αὐτῆς καὶ τῶν μερῶν, πρὸς ἣν τὸν ἐγκωμιάζοντα εἰς δικαιοσύνην καὶ τὸν νοῦν τῶν 19 πόλεων δεῖ βλέπειν.
καὶ παρθένων καὶ γάμων καὶ συνοικήσεων καὶ τῶν νομίμων τῶν ἐπὶ τοῖς ἀμαρτήμασιν τοῖς ἀκόσμοις. καὶ 20 γὰρ γυναικονόμους πολλαὶ τῶν πόλεών εἰσιν αἳ χειροτονοῦσιν. ἐν ἄλλαις δὲ τῶν πόλεων οὔτε πρὸ πληθούσης ἀγορᾶς νέον φαίνεσθαι οὕτε μετὰ δείλην ὀψίαν καλόν, οὐδὲ γυναῖκα καπηλεύειν ἢ ἄλλο τι ποιεῖν τῶν
κατὰ τὴν ἀγοράν. ἐν ἐνίαις δὲ πανηγύρεσιν οὐδὲ γυναῖκες φαίνονται, ὥσπερ ἐν Ὀλυμπίᾳ. χρὴ τοίνυν καὶ 21 ταῦτα ἐν τοῖς ἐγκωμίοις παρατηρεῖν. ἐν δὲ τοῖς ἰδίοις βίοις ἤδη καὶ εἰ ἐλάχιστα μοιχεία καὶ ἄλλα ἁμαρτήματα ἐν τῇ πόλει φαίνεται.
ἐλλόγιμοι γεγόνασιν ἀπὸ τῆς πόλεως ῥήτορες, σοφισταί, γεωμέτραι, καὶ ὅσαι ἐπιστημοῖ φρονήσεως ἢρτηνται.
καὶ ὅσα τοιαῦτα. κατὰ δὲ πόλεμον πρὸς τὰς ἐν 23 τοῖς ὅπλοις πράξεις. πρὸς τὰ τέλη γὰρ νίκην ἢ ἧτταν ἀναγκαῖον γενέσθαι. χρὴ τοίνυν ἧτταν μὲν ἐρρωμένως, νίκας δὲ ἀνθρωπίνως ἀποφαίνειν ἐνηνοχυῖαν τὴν πόλιν. τῶν δʼ ἐν τοῖς ὅπλοις πράξεων αἰ μὲν πρὸς Ἕλληνας,
αἱ δὲ πρὸς βαρβάρους· ἔτι δὲ αἱ μὲν ἐκ περιουσίας, αἰ δʼ ἐξ ἀνάγκης. ἐνδοξότεραι μὲν τοίνυν αἰ ἐκ περιουσίας, δικαιότεραι δὲ αἱ ἐξ ἀνάγκης. τῶν δὲ πράξεων αἱ μὲν ἔνδοξοι, αἱ δὲ ἀμφίδοξοι, αἱ δὲ ἄδοξοι. ἔνδοξοι μέν, ὧν καὶ ἡ πρόφασις καλὴ καὶ τὸ τέλος, ὡς ἡ ἐν Μαραθῶνι.
καὶ γὰρ τὸ τέλος καὶ ἡ τοῦ τέλους πρόφασις τῆς βελτίστης μοίρας. ἀμφίδοξοι δέ, ὧν τὸ μὲν τέλος φαῦλον, ἡ δʼ αἰτία καλή, ὡς τὸ ἐν Θερμοπύλαις Λακεδαιμονίων ἔργον· ἢ τὸ μὲν τέλος ἀγαθόν, ἡ δʼ αἰτία φαύλη, ὡς τὸ περὶ Μηλίους Ἀθηναίων ἔργον. ἄδοξοι 24 δέ, ὧν κοὶ ἡ αἰτία καὶ τὸ τέλος φαῦλον, ὡς τὸ Λακεδαιμονίων περὶ Καδμείαν ἔργον. αὐτῶν δὲ τῶν ὑποθέσεων αἰ μὲν κοιναί, αἱ δὲ ἴδιαι· ἴδιαι μέν, ὡς τὸ περὶ 25 Θυρέαν Λακεδαιμονίου ἔργον, κοιναὶ δέ, ὡς τὸ ἐν
Θερμοπύλαις Λακεδαιμονίων ἔργον. ἐνδοξότεραι τοίνυν αἰ κοιναί. ὡς δὲ χρὴ ταύτας τάττειν, ἐν ἄλλοις δείξομεν.
τιμῶν, ὧν τετυχήκασιν αἱ πόλεις παρὰ βασιλέων ἢ ἀρχόντων 26 ἢ γνωρίμων ἀνδρῶν, οἷον ὅτι αὐτονόμους ἀφῆκαν ἐνίας πόλεις καὶ Ῥωμαίους καὶ ἐλευθέρας. ἀλλὰ τοῦτο ἐπιχείρημα ἄν εἴη μᾶλλον ἢ τόπος γενικός· ἔστι γὰρ ὁ ἀπὸ κρίσεως ἐνδόξου, ἡμῖν δὲ νῦν οὐκ
ἐπιχειρημάτων συγγράμματος ἔσται σοι ἡ περὶ ταῦτα ἔφοδος, γνωριμωτέρα δὲ ἡ περὶ τῶν γενικῶν καὶ ἀνωτάτω τόπων, ἀφʼ ὧν πόλεις ἐστὶν ἐπαινεῖν. χρὴ δέ σε μηδʼ ἐκεῖνο ἀγνοεῖν, ὅτι καὶ ἐπὶ μέρει τούτων ὅλαι ὑποθέσεις γίνονται. καὶ γὰρ ἐπὶ λουτροῦ μόνου κατασκευῇ 27 καὶ ἐπὶ λιμένος καὶ ἐπὶ μέρει τινὶ τῆς πόλεως
ἀνοικοδομιηθέντι ἔστι προσφωνεῖν. ἐπὶ μέντοι τούτων διαμέμνησο μὴ τελέως τέμνειν, ἀλλὰ μόνον τὸ προσταχθὲν ἀναγκαίως βραχύτατα ἐπιδραμεῖν.
τοῦ χρόνου, τὰ δʼ ἴδια καιρῶν, ὅταν ἐν ἑορταῖς ἢ πανηγύρεσιν οἱ λόγοι γίγνωνται, ἢ ἐν ἀγῶνι, ἢ ἐν μονομαχίαις· κοινὰ δέ, ὅταν μηδεμίαν τοιαύτην πρόφασιν ἔχῃ. χρὴ τοίνυν τῶν πανηγυρικῶν τὴν πλείστην
διατριβὴν περὶ τὸν καιρὸν ἕκαστον ποιεῖσθαι, οἷον εἰ ἑορτὴ εἴη ἢ πανήγυρις ἢ σύνοδος ἐν ἀγῶνι ἢ ἐνοπλίῳ ἢ γυμνικῷ ἢ μουσικῷ. ὅπως δὲ χρὴ τούτων ἕκαστον ἐπαινεῖν, νῦν ἤδη ἄκουε. ἐπαινεῖν χρὴ τὰς συνόδους καὶ πανηγύρεις ἢ ἐκ τῶν ἰδίων ἢ ἐκ τῶν κοινῶν. κοινῶν μὲν τῶν θετικῶν, ὅσα ἀγαθὰ ἐκ συνόδων γίνεται
ἀνθρώποις· ἰδίων δέ, τὰ περιστατικὰ καλούμενα μόρια, 29 ἀπὸ προσώπου τριχῶς, θεῶν εἰ ἑορταὶ ἢ ἡρώων ἢ βασιλέων, τίνες οἱ συνάγοντές εἰσι, τίνες οἱ συνιόντες. ἀπὸ τοῦ τόπου, εἰ ἐν εὐκαιρίᾳ κεῖται ὁ τόπος, ἔνθα ἡ σύνοδος, ἢ καὶ ἀπὸ τόπων πλεῖστον ἀπεχόντων
συνέρχονται· τὰ γὰρ περισπούδαστα τίμια. ἀπὸ δὲ 30 χρόνου, εἰ τοῦ ἔτους ἐν τῷ ὑγιεινοτάτῳ καὶ ἡδίστῳ καιρῷ. ἀπὸ δὲ αἰτίας, εἰ οἴονται ἡδίους καὶ βελτίους ἔσεσθαι. ἀπὸ ὕλης δέ, ἂν πολυτελεῖς καὶ σεμναί.
ὑπάρχῃ ῥᾴδιον παρακολουθῆσαι. τῶν μὲν τοίνυν κοινῶν ἐστιν, οἷον τὸ Ἰσοκράτους, τῶν τοίνυν τὰς πανηγύρ εις καταστησάντων δικαίως ἐπαι 31 νουμένων. ἡ μὲν πανήγυρις ἄγεται, θεῷ, ὡς Ὀλύμπια τῷ Διΐ· ἥρωῖ δὲ τὰ Ἴσθμια Παλαίμονι, καὶ Νέμεα
Ἀρχεμόρῳ· βασιλεῖ δέ, ὡς τὰ σεβάστια πολλαχοῦ. τῶν δὲ συναγόντων, ὡς τῶν Ἀθηναίων ἢ Ῥωμαίων· συμ- 32 βάλλεται γὰρ ἐπὶ δόξαν τῇ πανηγύρει καὶ τὸ ἐνδόξους εἶναι τούς ἀπαγγέλλοντας τὴν σύνοδον. τῶν δὲ συνιόντων ὡς πλείστων ἢ ὡς ἐνδοξοτάτων ἐνδοξοτάτων μέν, 33 ὡς οἱ Ὀλυμπίαζε· οἱ γὰρ γνωριμώτεροι συνέρχονται.
πλείστων δέ, ὡς τὸ περὶ τὴν πανήγυριν τῶν Ἐβραίων ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην· ἐξ ἐθνῶν γὰρ πλείστων συλλέγονται. κατὰ δὲ τὸν τόπον, ἔνθα μὲν ἡ πανήγυρις, ὡς τὸ περὶ Δελφῶν, ὅτι ἐν ὀμφαλῷ τῆς γῆς
κεῖται· ὅθεν δὲ ὁρμῶνται οἱ συνιόντες, ὡς ἐπὶ τοῦ Πυθικοῦ ἀγῶνος ἐκ περάτων τῆς γῆς συνίασι· διʼ οὐ δὲ τόπου συνέρχονται, ὡς τὸ περὶ Ὀλυμπίων· χαλεπωτάτη γὰρ ἡ ἄνοδος, ὅμως δὲ παραβάλλονται οἱ ἄνθρωποι. ἀπὸ δὲ χρόνου κατὰ μὲν τὴν περίοδον, ἐὰν μὲν ἐνιαύσιος, ὅτι οὐ σπανιότητί ἐστι περισπούδαστος, 34 ὥσπερ αἱ ἄλλαι, καὶ συνεχῶς γινομένη οὐδὲν ἐκείνων 35 ἀπολείπεται σεμνότητι, ὡς τὰ Ληναῖα, ὡς Ἐλευσίνια,
καὶ Νέμεα καὶ Ἴσθμια· ἐν δὲ πενταετηρικῇ ἢ τετραετηρικῇ ἢ πλειόνων, ὡς τὰ Πύθια καὶ Ὀλύμπια καὶ Δαίδαλα ἐν Πλαταιαῖς· διʼ ἑξήκοντα γὰρ ἐτῶν ἄγεται.
Διαίρεσις τῶν ἐπιδεικτικῶν. Menander. ed. Leonhard von Spengel. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.