ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
οὓς ἐν ἐκκλησίαις ἢ ἐν βουλαῖς διατίθενται, καὶ εἰς τρίτους τοὺς ἐπιδεικτικούς, οὓς δὴ ἐγκωμιαστικοὺς ἢ ψεκτικοὺς καλοῦσιν, ἀπολογεῖσθαι συμβαίνει ὑπὲρ 3 τούτων τῶν τὴν τρίτην τάξιν εἰληφότων διδάσκουσιν
ὀρθῶς. μὴ τοίνυν περὶ ῥητορικῆς προσδόκα μόνον ἀκροᾶσθαι ἐξ ἀρχῆς, κἂν ἄνωθεν ὑπὲρ πάντων μέρος διεξιέναι σοι ἐν βραχυτάτῳ προαιρήσωμαι. σκεψώμεθα τοίνυν τὴν μέθοδον, εἰ καθʼ ὁδὸν χωρήσει.
ἃς γὰρ ἐπιδείξεις λόγων πολιτικῶν οἱ σοφισταὶ καλούμενοι ποιοῦνται, μελέτην ἀγώνων εἶναί φαμεν, οὐκ ἐπίδειξιν. τὸ μὲν τοῦ ψόγου μέρος ἄτμητον. ἔπαινος δέ τις γίνεται, ὁτὲ μὲν εἰς τὰ θεῖα, ὁτὲ δὲ εἰς τὰ θνητά, 4 καὶ ὅτε μὲν εἰς θεούς, ὕμνους καλοῦμεν. καὶ τούτους 5 οὖ διαιροῦμεν κατὰ θεὸν ἕκαστον· τοὺς μὲν γὰρ εἰς
Ἀπόλλωνα Παιᾶνας καὶ Ὑπορχήματα ὀνομάζομεν, τοὺς δὲ εἰς Διόνυσον Διθυράμβους καὶ Ἰοβάκχους, καὶ ὅσα τοιαῦτα εἴρηται Διονύσου, τοὺς δὲ εἰς Ἀφροδίτην ἐρωτικούς, τοὺς δὲ τῶν ἄλλων θεῶν ἢ τῷ λόγῳ τοῦ γένους ὕμνους καλοῦμεν γενικώτερον πρὸς Δία. ὅπως δὲ χρὴ μετιέναι τούτων τῶν εἰδῶν ἕκαστον, καὶ εἰ ἁρμόττει ὅλως τοῖς καταλογάδην συγγράφουσιν, ἢ πόσα
μὲν ἁρμόττει, πόσα δʼ οὔ, ἢ πόσαι μέθοδοι καθʼ ἕκαστον, ἢ τίνες οἱ τρόποι, ἐπειδὰν τὸ ὅλον διελώμεθα, 6 τηνικαῦτα καθʼ ἕκαστα ἐργασόμεθα.
καὶ χώρας ἂτμητον, διὸ τὰς διαφορὰς ἐν ταῖς τεχνικαῖς μεθόδοις ἐπιδειξόμεθα. οἱ μὲν περὶ ἀθανάτων, οἱ δὲ περὶ ζώων θνητῶν οἱ μὲν περὶ λογικόν, ἅνθρωπον, οἱ δὲ περὶ ἀλόγων γίνονται ἔπαινοι. καὶ τὸν μὲν περὶ τὸν ἄνθρωπον μεθῶμεν, τῶν δʼ αὖ περὶ τὰ ἄλογα οἱ
μὲν περὶ χερσαῖα, οἱ δὲ περὶ ἔνυδρα ἔπαινοι γίνονται. καὶ τὸ μὲν περὶ τῶν ἐνύδρων πάλιν ἀποτιθέμεθα, τῶν δʼ αὖ, τῶν ἐγγείων, μέρος διττόν, ἢ πτηνὸν ἢ πεζόν. ἐφʼ ἅπασι δὲ τούτοις ἑξῆς ἀνθέων καὶ φυτῶν μέτιμεν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα.
μέρος τι τοῦ παντὸς ἐγκωμίου ὡς ὅλον ἐγκώμιον συνθέντες. οὐ μὴν οὐδʼ ἐκεῖνο ἀγνοῶ, ὅτι καὶ τῶν ἀλῶν καὶ τῶν τοιούτων ἤδη τινὲς τῶν πάλαι σοφιστῶν ἐπαίνους συνέγραψαν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα μεταβέβηκεν ἡ διαίρεσις, ἤδη περιείληφεν
καὶ αὐτὸ τὸ μέρος. ὅπως δὲ τούτων ἕκαστον τμητέον, καὶ ὅπη ταῦτα τὰ κεφάλαια πᾶσιν ὕπεστιν, καὶ ὅπη ἑκάστῳ ἁρμόττει χρήσασθαι, ἐφεξῆς καὶ δὴ δείκνυμεν.
ΠEPΙ ΤΩΝ ΤΜΝΩΝ ΤΩΝ ΕΙΣ ΤΟΥΣ ΘΕΟΥΣ.
10οἱ δὲ πεπλασμένοι, καὶ οἱ μὲν εὐκτικοί, οἱ δὲ ἀπευκτικοί, οἱ δὲ μικτοὶ ἢ δύο τούτων, ἢ τριῶν, ἢ πάντων ὁμοῦ. κλητικοὶ μὲν οὖν ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν τε παρὰ τῇ Σαπφοἵ ἢ Ἀνακρέοντι ἢ τοῖς ἄλλοις μετρικοῖς, κλῆσιν ἔχοντες πολλῶν θεῶν. ἀποπεμπτικοὶ δὲ ὁποῖοι
καὶ παρὰ τῷ Βακχυλίδῃ ἔνιοι εὕρηνται, ἀποπομπὴν ὡς ἀποδημίας τινὸς γενομένης ἔχοντες. φυσικοὶ δὲ οὓς οἱ περὶ Παρμενίδην καὶ Ἐμπεδοκλέα ἐτίμησαν, τίς ἡ τοῦ 13 Ἀπόλλωνος φύσις, τίς ἡ τοῦ Διός, παρατιθέμενοι. καὶ 14 οἱ πολλοὶ τῶν Ὀρφέως τούτου τοῦ τρόπου. μυθικοὶ δὲ
οἱ τούς μύθους ἔχοντες, κατʼ ἀλληγορίαν προιόντες ψιλήν, οἷον Ἀπόλλων ἀνῳκοδόμησε τεῖχος, ἢ ἐθήτευσεν Ἀδμήτῳ ὁ Ἀπόλλων ἢ τὰ τοιαῦτα. γενεαλογικοὶ δὲ οἱ ταῖς τῶν ποιητῶν θεογονίαις ἀκολουθοῦντες, ὅταν Λητοῦς μὲν τὸν Ἀπόλλωνα, Μνημοσύνης δὲ τὰς Μούσας
καλῶμεν. πεπλασμένοι δὲ ὅταν αὐτοὶ σωματοποιῶμεν καὶ θεὸν καὶ γονὰς θεῶν ἢ δαιμόνων, ὥσπερ Σιμωνίδης αὕριον δαίμονα κέκληκε, καὶ ἕτεροι Ὄκνον, καὶ ἕτεροι ἕτερόν τινα. εὐκτικοὶ δὲ οἱ ψιλὴν εὐχὴν ἔχοντες 15 ἅνευ τῶν ἂλλων μερῶν ὧν εἴπομεν, καὶ ἀπευκτικοὶ οἱ
τὰ ἐναντία ἀπευχόμενοι ψιλῶς. καὶ παρὰ τούτους τούς τρόπους οὐκ ἂν ὕμνοι γίγνοιντο εἰς θεούς. τῷ δὲ μυθικῷ γένει καὶ γενεαλογικῷ τὰ πολλὰ εἰώθασι χρήσασθαι ἅπαντες γενέσεις διεξιόντες, καὶ ὅσοι ἀγαθῶν ἀνθρώποις αἴτιοι κατέστησαν, ἀπὸ μύθων λαμβάνοντες. 16 ἔστι δὲ τοῦτο ὡς ἐγώ φημι καὶ ζητῆσαι ἄξιον, πότερον
ἑνὶ τούτων ἀεὶ χρηστέον ἢ πᾶσιν ἔξεστιν, ἢ τοῖς μὲν ποιηταῖς ἐξεῖναι χρὴ νομίζειν, τοῖς δὲ συγγραφεῦσιν ἢ λογοποιοῖς τοῦ μηκέτι ἐξεῖναι ἔνα καὶ ἀπλοῦν ὅρον, ὅτι πλείονα τὴν ἐξουσίαν τὴν περὶ ταῦτα ποιήσει μὲν ἡ περὶ τὸ θεῖον μερὶς ἀφορμὴ πλείστη ὑπόκειται,
τῇ συγγραφῇ ἡ περὶ τὸν ἄνθρωπον. χρηστέον γε. μὴν καὶ τῷ συγγραφεῖ καὶ τῷ λογογράφῳ καὶ τούτων ἑκάστῳ εἴδει καὶ ὁμοῦ πᾶσιν, ὅπη καὶ Πλάτωνα περὶ τὴν γραφὴν ἄκρον καὶ ἂριστον εἶναι πεπιστεύκαμεν, ὁρῶμεν δὲ σχεδὸν τοῦτον πᾶσι τοῖς εἴδεσικεχρημένον, ἄλλῳ
ἄλλοτε, ἀλλὰ καὶ ἐν ἑνὶ βιβλίῳ τοῖς πλείστοις αὐτῶν, 17 ἐν τῷ Συμποσίῳ. ἃ μὲν γὰρ ὁ Φαῖδρος περὶ τοῦ Ἔρωτος γενεαλογεῖ, γενεαλογικοῦ τύπου ἂν εἴη, ἃ δὲ Ἀριστοφάνης κομψεύεται διὰ μύθου, τοῦ μυθολογικοῦ, ἃ δὲ Ἀγάθων, ὡσαύτως τοῦ μυθικοῦ, ἃ δʼ οὖ Σωκράτης, 18 αὐτὸ τοῦτο κατὰ πλάσιν (πλάττει γὰρ Πόρους καὶ Πενίας),
ἐγγυτάτω τοῦ φυσιολογικοῦ. καὶ μὴν ἐν οἷς μὲν καλεῖ τὰς Μούσας ἐν τῷ Φαίδρῳ, τὸν κλητικὸν τύπον δείκνυσιν, ἐν οἷς δʼ αὖ εὔχεται τῷ Πανί, τὸν εὐκτικόν. καὶ ζητῶν ἂν εὕροις πανταχοῦ κεχρημένον, εἰ δὲ μὴ
πρὸς κόρον μηδʼ ἐπʼ ἀκριβείας, λογιστέον, ὡς ἐξ ἐλάττονος ἐξουσίας μέτεστι τῇ συγγραφῇ. πῶς δὲ ἕκαστον τούτων τῶν εἰδῶν μετιτέον τε καὶ μέχρι τίνος προςακτέον, καὶ τίς ἑρμηνεία πρέπουσα, ἐξῆς λέγειν πειράσομαι.
ΠΕΕΙ ΤΩΝ ΚΛΗΤΙΩΝ.
ὁρέων, μυρίων δὲ πόλεων, ἔτι δὲ ποταμῶν ἀνακαλεῖ, τὴν δὲ Ἀφροδίτην Κύπρου, Κνίδου, Συρίας, πολλαχόθεν 20 ἀλλαχόθεν ἀνακαλεῖ. οὐ μόνον γε, ἀλλὰ καὶ τούς τόπους αὐτοὺς ἔξεστι διαγράφειν, οἷον εἰ ἀπὸ ποταμῶν καλοίη, ὕδωρ ἢ ὄχθας καὶ τούς ὑποπεφυκότας λειμῶνας καὶ χοροὺς ἐπὶ τοῖς ποταμοῖς γινομιένους καὶ τὰ τοιαῦτα προσαναγράφουσι. καὶ εἰ ἀπὸ ἱερῶν, ὡσαύτως, ὥστε ἀνάγκη μακροὺς αὐτῶν γίγνεσθαι τοὺς κλητικοὺς
ὕμνους. τοῖς δὲ συγγραφεῦσι βραχυτέραν τὴν περὶ ταῦτα διατριβὴν ἀναγκαῖον γίνεσθαι· οὕτε γὰρ ἐκ πολλῶν 21 τόπων καὶ χωρίων ἀνακαλέσουσιν, οὔτε ἐφʼ ἑκάστου μετὰ διαγραφῆς, ἀλλʼ ὥσπερ Πλάτων, ὅσπερ ἐξηγούμενος τῷ εἴδει κέχρηται, ἄγετε δὴ Μοῦσαι
λίγειαι, εἴτε διʼ ᾠδῆς εἶδος μουσικόν, εἴτε 22 διὰ γένος τὸ Λιγύων ταύτην ἐπέσχετε τὴν ἐπωνυμίαν. ὁ δὲ Ὅμηρος ἐν κλητικῷ κέχρηται τῷ εἴδει μετὰ τῆς ἰσοσυλλαβίας, ἐν οἷς ὁ Χρύσης εὔχεται τῆς Ἰλιάδος ἐν τοῖς πρώτοις,
διʼ ὥρας προῖοῦσα καὶ κόσμου, διόπερ τὰς διατριβὰς προσλαμβάνουσιν οἱ ποιηταί. σχήματα δὲ τὰ ἀνακλητικὰ 23 ἁρμόττοντα. οὐ χεῖρον δʼ ἴσως καὶ τὴν μέθοδον, ᾖ κεχρήμεθα ἡμεῖς ἐν τῷ κλητικῷ τοῦ Απόλλωνος 24 ὕμνῳ, βιβλίῳ πως θέσθαι. ὥσπερ ἂν ὥρα ἐνείη πλείων,
ἅμα τε μήτε ὑπερβαίνωμεν τὸ μέτρον ἢ τῷ συγγραφεῖ πρέπον, μήτε ἡ περὶ τὴν κατασκευὴν ἀβρότης ὑπερφθέγγοιτο τὴν συγγραφήν· αὐτοῖς γὰρ τοῖς ποιηταῖς τὸ πλεῖον προστεθείκαμεν, καλοῦσιν ἐκ τῶνδε τῶν τόπων, ἐμὼ δὲ οὐκ ἂν καλέσαιμι. καὶ πολλὰ ἂν εὕροις πεποικιλμένα
τῇ μεθόδῳ. γίνωσκε δὲ τόδε τὸ θεώρημα οὐκ ἄχρηστον, ὅτι εἰ μὲν εὐχὴ ἐπακολουθεῖ ἐπικλήσει, ἔτι 25 ἐλάττων ἡ διατριβὴ καὶ τοῖς ποιηταῖς καὶ τοῖς συγγραφεῦσιν· εἰ δὲ αὐτὸ τοῦτο εἴη ψιλὴ κλῆσις, πλείων ἐστί, καὶ ζητῶν ἂν εὕροις παρὰ τοῖς ποιηταῖς τὴν συνήθειαν ταύτην πεφυλαγμένην.
ΠΕΡΙ ΑΠΟΠΕΜΠΤΙΚΩΝ.
οἷον Ἀπόλλωνος ἀποδημίαι τινὲς ὀνομάζονται παρὰ Δηλίοις καὶ Μιλησίοις, καὶ Ἀρτέμιδος παρὰ Ἀργείοις. εἰσὶ τοίνυν καὶ τῷ Βακχυλίδῃ ὕμνοι ἀποπεμπτικοί. ἀφορμὴ δʼ ὑποβέβληται τοῖς τοιούτοις ὕμνοις ἡ χώρα ἢν καταλείπει, καὶ πόλεις καὶ ἔθνη, καὶ πρὸς ἢν ἄπεισι πόλιν
ὁμοίως ἢ χώραν, αἵ τε γραφαὶ τόπων, καὶ ὅσα τοιαῦτα. γινέσθω δὲ διʼ ἡδονῆς προῖὼν ὁ λόγος· δεῖ γὰρ μετὰ ἀνειμένης τινὸς ἁρμονίας καὶ εὐμενεστέρας προπέμπεσθαι. διατριβὴν δὲ ἐνδέχεται πλείονα, οὐχ ὥσπερ οἱ κλητικοί, ἐλάττονα. ἐν μὲν γὰρ τοῖς ὅτι τάχιστα ἡμῖν
συνεῖναι τούς θεούς βουλόμεθα, ἐν δὲ τοῖς ὅτι βραδύτατα ἀπαλλάττεσθαι. ἀνάγκη δὲ γίνεσθαι καὶ τὴν εὐχὴν ἐπὶ ἐπανόδῳ καὶ ἐπιδημίᾳ δευτέρᾳ. ταῦτά σοι καὶ περὶ προπεμπτικῶν ὕμνων εἰρήσθω.
ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΚΩΝ.
ῥητέον, ὅτι ἐλάχιστα μὲν τοῖς ἀφελεστέροις τὸ εἶδος ἁρμόττει, μάλιστα δὲ τοῖς ἐμψυχοτέροις καὶ μεγαλονουστέροις, ἔπειτα ὅτι ποιηταῖς μᾶλλον ἢ συγγραφεῦσιν ἢ λογογράφοις ἢ πολιτικοῖς ἁρμόττουσιν. εἰσὶ δὲ τοιοῦτοι, ὅταν Ἀπόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν, καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώμεθα, καὶ περὶ Ἥρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ 30 τῷ τοιούτῳ τρόπῳ Παρμενίδης τε καὶ Ἐμπεδοκλῆς ἀκριβῶς,
κέχρηται δὲ καὶ ὁ Πλάτων· ἐν τῷ Φαίδρῳ γὰρ φυσιολογῶν ὅτι πάθος ἐστὶ τῆς ψυχῆς ὁ Ἔρως, ἀναπτεροποιεῖ 31 αὐτόν. αὐτῶν δὲ τῶν φυσπτκῶν οἱ μὲν ἐξηγηματικοί, οἱ δὲ ἐν βραχεῖ προαγόμενοι· πλεῖστον γὰρ
διαφέρει, ὡς εἰδότα ἀναμιμνήσκειν συμμέτρως, ἢ ὅλως ἀγνοοῦντα διδάσκειν. Παρμενίδης μὲν γὰρ καὶ Ἐμπεδοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀνυμνεῖ. ἔτι δὲ οἱ μὲν κατʼ αἰνίγματα, οἱ δὲ ἐκ τοῦ φανεροῦ προάγονται. κατʼ αἰνίγματα μέν, ὁποῖοί εἰσιν οἱ Πυθαγόρειοι
φερόμενοι, ἐκ τοῦ φανεροῦ δὲ ὁποίους μικρῷ πρόσθεν ἐφάσκομεν. ὥσπερ δὲ καὶ αὐτῶν τῶν φυσιολογικῶν διαφορὰς ἐδείκνυμεν ταύτας οὔσας, οὕτω καὶ τῆς συμμετρίας διαφορὰς ὁριούμεθα. οἱ γὰρ κατʼ αἰνίγματα προιόντες βραχύτητα ἀπαιτοῦσιν, ἔτι δὲ οἱ καὶ
μὴ διδασκαλικοὶ ἄλλως κεφαλαιωδέστεροι. οἱ δὲ ἕτεροι πλείστης καὶ μεγίστης διατριβῆς ἔχονται. ὁ γοῦν Πλάτων 32 ὕμνον τοῦ Παντὸς τὸν Τίμαιον καλεῖ ἐν τῷ Κριτίᾳ, καὶ οἱ φυσικώτεροι ποιηταί, ὧν ἐπεμινήσθημεν, πραγματείας ὅλας κατέθεντο. εὐχῆς δὲ οὐδέν τι πάνυ
χρὴ ἐπὶ τούτων. ἐπιτηρεῖν δὲ χρὴ καὶ μὴ εἰς τὸν πολύν ὄχλον καὶ δῆμον ἐκφέρειν τούς τοιούτους ὕμνους· ἀπιθανώτεροι γὰρ καὶ καταγελαστικώτεροι τοῖς πολλοῖς φαίνονται.
μικρὸν διαφέρει· οὐ γάρ ἐστιν ὑπὲρ ὧν σεμνοτέρων ἅνθρωπος φθέγξαιτο.
ΠΕΡΙ ΜΥΘΙΚΩΝ.
γίας μύθους εἶναί φασιν, οἷον εἰ βούλει, ὅσα γε Ἀκουσίλεως καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἐν ταῖς θεογονίαις εἰρήκασιν. εἰσὶ μὲν γὰρ γενεαλογικαὶ αἵδε οὐδὲν ἧττον μυθικαί. τάδε δὲ οὖ φασιν οἱ διαφέρειν νομίζοντες, ὅτι
καὶ χωρὶς τῶν γενεαλογικῶν εἰησάντινεςμυθικοὶ ὕμνοι, οἷον ὅτι Διόνυσος Ἰκαρίῳ ἐπεξενώθη, ἢ ὅτι ἐν Ζωστῆρι 35 τὴν ζώνην ἐλύσατο ἡ Λητώ, ὅτι ἡ Δημήτηρ παρὰ Κελεῷ ἐπεξενώθη, ἢ ὅσα ἕτερα τοιαῦτα. ταῦτα γὰρ καὶ γενεαλογίαν μὲν οὐδεμίαν εἴληφε, μυθικὴν δέ τινα
ἄλλην ἱστορίαν. ἃ μέντοι ἀμφότεροι λέγοντες τὰ σφῶν αὐτῶν ἑκάτεροι νικᾶν ἀξιοῦσι, σχεδὸν ἀκήκοας, ἐμοὶ δὲ δοκεῖ κάλλιον ἐν ὅρῳ εἶναι ἀκριβῶς διελέσθαι. πάσας μὲν γὰρ γενεαλογίας καὶ πάντας ὕμνους τοὺς διὰ γενεαλογικῶν διὰ μυθικῶν περιστάσεων προάγεσθαι
νομίζω, οὐ μὴν πάντας γε τοὺς μυθικοὺς διὰ γενεαλογίας, ὥστε τὸ μὲν τῶν μυθικῶν ὕμνων τὸ μέρος γενικώτερον ἂν εἴη, τὸ δὲ τῶν γενεαλογικῶν ἰδικώτερον. ταῦτά σοι περὶ διαφορὰς εἴρηται, ὑπὲρ δὲ τῶν μυθικῶν χωρὶς ἀποτέμνειν μὲν χρὴ λέγειν. φημὶ δὴ τὸ πρῶτον 36 μὲν μηδαμῶς μετέχειν αὐτοὺς φυσιολογίας, λέγω
φανερᾶς· εἰ γάρ τις ἐγκεκρυμμένη καθʼ ὑπόνοιαν, ὥς 37 γε πολλὰ ἔχει τῶν θείων, οὐδὲν τοῦτό γε διαφέρει. ἔπειτα εἶναι τῷ ποιητῇ μὲν ἄλλα προσφόρους· ἡ γὰρ ἐξουσία καὶ τοῦ κατὰ σχολὴν λέγειν, καὶ τὸ περιστέλλειν
τοῖς ποιητικοῖς κόσμοις καὶ ταῖς κατασκευαῖς οὔτε κόρον ουτε ἀηδίαν παρίστησι, (καίτοι οὐκ ἀγνοῶ ὡσαύτως ὅτι ἔνιοι τῶν ποιητῶν προσφέρουσι τὰς ἀκαίρους διατριβάς ), συγγραφεῦσι δὲ ἢ λογοποιοῖς ἐλαχίστη ἐξουσία. γυμυοὶ δὲ οἱ μῦθοι τιθέμενοι σφόδρα λυποῦσι καὶ ἐνοχλοῦσι τὰς ἀκοάς. δεῖ τοίνυν ὅτι βραχυτάτοις ἀπαλλάττεσθαι. παραμυθίας οὑν προσακτέον καὶ πρὸς 38 συντομίαν καὶ πρὸς ἡδονήν, πρῶτον μὲν μὴ ἀπʼ εὐθείας
πάντα εἰσάγειν, ἀλλὰ τὰ μὲν παραλιπεῖν λέγοντα, τὰ δὲ συγχωρεῖν, τὰ δὲ κατὰ συμπλοκὴν εἰσάγειν, τὰ δὲ προσποιεῖσθαι ἐξηγεῖσθαι, τὰ δὲ μὴ πιστεύειν μηδὲ ἀπιστεῖν. καὶ ὅλως οὐκ ἀπορήσεις μεθόδων, ἔν γε τοῦτο θεώρημα σώζων, ὡς διατριβὴ ἀπρόσφορος.
μὴ ἀπὸ τῶν ὀνομάτων μᾶλλον ἢ τῆς ἀρχαιότητος ἢ τοῦ μεγέθους θηρώμεθα, ἀλλʼ ἀπὸ τῆς ἁρμονίας καὶ τῶν σχημάτων, ἐπεὶ αὐτό γε τοῦτο, ὅ πάντες θρυλοῦσι, Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ἡμῶν καὶ τὰ ἐξῆς, τίς οὐκ οἶδεν, ὅτι τοῖς μὲν ὀνόμασιν
ἐγγύς τοῦ πολιτικοῦ καθήκει, τῇ δὲ συνθέσει καὶ τῇ ἁρμονίᾳ καὶ τῷ σχήματι ὀλίγα καὶ λείπει ἔνια σεμνότερα εἶναι δοκεῖ; καὶ τὸ Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος καὶ τὰ ἐξῆς τοῦ αὐτοῦ τύπου, εἰ 41 καὶ περὶ ἀνθρώπων εἴρηται. καὶ παρὰ Πλάτωνι, φήμη
τις καὶ λόγος διαρρεῖ, ὡς ἄρα ὁ θεὸς οὗτος ὑπὸ μητρυιᾶς ο σης τῆς Ἥρας ἐκινήθη, καὶ πολλὰ παραδείγματα παρὰ τῷ Πλάτωνι, ὥστε εἰ σώζοις τὸ θεώρημα, φυλακτήριον ἔσται πρὸς ἀρετὴν λόγου. 42 ὅλως δὲ περὶ τῶν μυθικῶν τούτων ὕμνων περί τε ἔννοιαν
καὶ ἑρμηνείαν ἐκεῖνο ἰστέον, ὅτι τῷ ἀξιώματι κατʼ ἄμφω τὸ μυθικὸν λεῖπον.
ΠΕΡΙ ΓΕΝΕΑΛΟΓΙΚΩΝ.
εἰρήσεται, ὡς ἔστι σπανίως ὕμνον εὑρεῖν θεῶν, ἐν ᾧ τὸ γενεαλογικὸν μόνον φέρεται, πλὴν εἰ μή τις ὑπολαμβάνοι τὰς θεογονίας ὕμνους εἶναι τῶν θεῶν, ἐν ᾧ 44 τὸ γενεαλογικὸν μόνον φέρεται ὡς τὰ πολλὰ δὲ ἢ τοῖς μυθικοῖς παρεμπλέκεται, ἢ ἄλλοις γε τῶν ὕμνων εἴδεσι
καὶ ἑνὶ καὶ πλείοσι. γραῶδες γὰρ καὶ δεινῶς μειρακιῶδες, ὕμνον Διὸς προελόμενον πραγματείαν, μόνον γονὰς ἐκδέξασθαι. ἀλλʼ ἐπεὶ εὕρηται καὶ τοῦτο τὸ εἶδος τῶν ὕμνων παρὰ τοῖς ἀρχαίοις, καὶ ἤδη τινὲς καὶ Διονύσου γονὰς ὕμνησαν, καὶ Ἀπόλλωνος ἕτεροι, καὶ
Ἀλκαῖος Ἡφαίστου, καὶ πάλιν Ἑρμοῦ, καὶ τοῦτʼ ἀποτετμήμεθα τὸ μέρος. χρὴ τοίνυν, εἰ μὲν παρεμπεπλεγμένον εἴη τοῖς ἄλλοις εἴδεσιν, εἰδέναι, ὅτι καὶ μῆκος προσίεται, εἰ δὲ καθʼ αὐτὸ εἴη τὸ μέρος, ὅτι βραχείας δεῖται διατριβῆς. ἔστι δὲ ὡς ποιητῇ μὲν καθʼ αὐτὸ μόνον
τὸ εἶδος χρήσιμον, συγγραφεῖ δὲ οὐδέποτε. ὁ μὲν 45 γὰρ καὶ Χάριτας μαιευομένας, καὶ Ὥρας ὑποδεχομένας, καὶ τὰ τοιαῦτα πραγματεύεται, ὁ δʼ ἐπʼ ἀνάγκης ὅτι βραχύτατα ἐρεῖ.
καὶ τὸ ἀπροσκορὲς γένοιτʼ ἂν ἐν ποιήσει ἐκ συμμεετρίας τῶν περιφράσεων, ἐν δὲ τῇ συγγραφῇ ἐκ τῆς ποικιλίας τῶν κώλων. παρέσχετο δὲ τὴν μὲν ἐν ποιήσει ἀρετὴν Ἡσίοδος, καὶ γνοίη τις ἂν μᾶλλον, εἰ τοῖς Ὀρφέως παραθείη· τὴν δὲ ἐν τῇ συγγραφῇ πολλαχοῦ μὲν Πλάτων,
πολλαχοῦ δὲ Ἡρόδοτος ἐν τοῖς Αἰγυπτιακοῖς.
ΠΕΡ ΠΕΠΛΑΣΜΕΝΩΝ.
πάλιν δὲ πεπλασμένος ὕστερον Πόρου καὶ Πενίας, καὶ, 47 πάλιν ὁ Παυσανίας, ὅτι τῇ τέχνῃ τῇ ἰατρικῇ ἐφέστηκεν ἡ δύναμις τοῦ Ἔρωτος, καὶ Ἀριστοφάνης, ὅτι συνάγει τὰ ἡμίτομα τῶν σωμάτων, τούτους γὰρ τοὺς ὕμνους ποικίλως σφόδρα πλάσας, τοὺς μὲν περὶ φύσιν, τοὺς
δὲ περὶ δύναμιν, τοὺς δὲ περὶ γένος. ἥκει καὶ αὕτη ἡ ἐξουσία παρὰ τῶν ποιητῶν, παρὰ τοῖς συγγραφεῦσιν. Ἄρεως μὲν γὰρ θεράποντας Δειμὸν καὶ Φόβον ἀναπλάττουσι, τοῦ δὲ Φόβου τὴν Φυγὴν φίλην, καὶ 48 τοῦ Θανάτου τὸν Ὕπνον ἀδελφόν· ἤδη δὲ καὶ ἡμεῖς
τὸν Λόγον τοῦ Διὸς ἀδελφὸν ἀνεπλάσαμεν, ὡς ἐν ἠθικῇ 49 συνόψει.
τοιοῦτο σωζόμενον, εἰ ἀπʼ αὐτῶν λαμβάνοιτο ἡ πλάσις, καὶ μὴ ἀνακεχωρηκυῖα εἴη. ἔπειτα μὴ ἀηδῶς, ἀλλὰ στωμύλως καὶ γλαφυρῶς ἀναπλάττειν, οἷον Μούσας Μνημοσύνης παῖδας, ἢ ὅσα τοιαῦτα. ἔνιαι γὰρ τοῦ ἀκοῦσαι ἀηδεῖς, οἷον ὅτι ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἀνέδραμεν
ἡ Ἀθηνᾶ. μὴ γὰρ τοῦτο, εἰ καθʼ ὑπόνοιαν εἴρηται, καὶ πρὸς ἄλλο τι ἔχει ὀρθῶς, ἀλλʼ ὅτι ἀηδῶς πέπλασται. ἔπειτα δὲ πίστεις λαμβάνειν ἀπὸ τῶν ἀληθῶν, ἐν οἷς ἂν ψευδώμεθα, ὡς καὶ ἡμεῖς πεποιήκαμεν, πολλάκις δὲ καὶ ὁ Ὅμηρος. ἔτι δεῖ καὶ τοὺς πεπλασμένους
ὕμνους ἑαυτοῖς εἶναι συμφώνους, καὶ μὴ ἐναντιούμενα ἢ μαχόμενα ἐφέλκεσθαι, ὥσπερ ἐν ἐκείνῳ τῷ μύθῳ, ὅτι Ζεὺς πρὸ πάντων ἐγένετο καὶ θεῶν ἀπάντων 50 ἐστὶ πατήρ, καὶ τὴν Θέμιν οὖσαν τοῦ Κρόνου τὸ παλαιὸν
γυναῖκα ἠγάγετο. ἦν μὲν γὰρ πρὸ πάντων καὶ Θέμιδος· εἰ δʼ ἦν πρὸ Διὸς Θέμις, οὐ πρὸ πάντων.
ἔτι πρὸς τούτῳ φυλακτέον ἐν τοῖς πεπλασμένοις ὕμνοις τὸ μῆκος καὶ τὴν περιεργίαν. ἤδη γάρ τινες τῶν νεωτέρων, ἀναπλάσαντες δαίμονά τινα νέον Ζηλοτυπίαν, κρήδεμνον μὲν αὐτῇ Φθόνον προσέθεσαν, ζώνην δʼ οὖ Ἔριν. καὶ μάλιστα ὁ Παυσανίας ἐπιφορὰς ἔχει πρὸς τὴν
κατὰ μέρος ταύτην περιεργίαν. ἔστι δὲ καὶ ἑνῶσαι ἀρχαῖον καὶ νέον ἐν ποιήσει μέν, μάλιστα δὲ ἐν συγγραφῇ.
ἀφελεστέραν καὶ κομψοτέραν, λέγω δὲ ἀνθρώπινα, ὅσα οὐ παντάπασιν φρικώδη καὶ θεῖα, οἷον Πενίαν καὶ Ἀγρυπνίαν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀνα- 52 πλάττοις τι θεῖον, ὅπως καὶ τὴν ἑρμηνείαν σεμνοτέραν προσάξεις. χρὴ δὲ εἰδέναι, ὅτι γονιμώτατος καὶ ἐπινοίας
ἐστὶ σημεῖον ὁ τοιοῦτος ὕμνος.
ΠΕΡΙ ΑΠΕΥΚΤΙΚΩΝ ΚΑΙ ΠΡΟΣΕΥΚΤΙΚΩΝ.
γὰρ ἀνυμνοῦντες τοὺς θεοὺς εἰς εὐχὰς ἐγκλείουσι τοὺς λόγους. ἤδη δέ τινες καὶ ἀποτόμως κατὰ τὰ αὐτὰ γεγόνασιν, ἀπευκτικὸς μὲν ὁ τοιοῦτος
προσευκτικὸς δὲ
ἀπευχὰς δικαίας οὔσας καὶ ἁπλᾶς εἶναι, μὴ τὸ δεῖνα γενέσθαι, εἶναι δὲ ἁπᾶς καὶ βραχείας, ἔτι δὲ οὐ διδάσκειν τοὺς θεούς, ἀλλʼ αἰτεῖν ἅπερ ἀκριβῶς ἴσασιν. ἔτι δὲ καὶ πάσας εὐχὰς καὶ συγγραφέων ἐπιὼν τὰς αἰτίας εἰς τοὺς πολίτας βραχείας οὔσας εὑρήσεις.
ἤδη δὲ καὶ εἰς τοὺς πολιτικοὺς τὸ μέρος τοῦτο τῶν ὕμνων κατῆλθε, πλήν γε ὅσαι ἐπιμαρτυρίαι· τὸ γάρ πρῶτον μὲν ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς 55 εὔχομαι καὶ τὰ ἑξῆς, καὶ τὸ καλ ῶ δὲ τὸν Ἀπόλλω τὸν Πύ θιον, τῶν εὐκτικῶν καὶ ἀπευκτικῶν 56 ὕμνων μετείληφεν ἴχνη.
καὶ πάλιν περὶ δύναμιν, εἴτε ἀνθρώπινα πράγματα καὶ διοικήσεις, εἴτε θεῖαι. καὶ συνορᾷς δὴ τοῦτο τὸ εἶδος, ὅ φημι, πᾶν, ἀλλὰ τὸν τοιοῦτον ὕμνον τῷ μὲν σχήματι διαφέρειν φημί, τῇ δὲ φύσει τὸν αὐτὸν εἶναι ἐκείνων ἑκάστῳ, ὥσπερ καὶ τὴν Τύχην Σοφοκλῆς ὕμνησε, διαπορῶν
ὑμνεῖ.
ἀπολαβόντι καὶ κατακοσμήσαντι τῇ ποιητικῇ κατασκευῇ πεπαῦσθαι, ὁ δὲ συγγραφσὺς πειράσεται διὰ πάντων ἐλθεῖν. χαριέστατον δὲ τῶν τοιούτων μέρος παρέσχηται ἐν τοῖς Μαντευτοῖς Ἀριστείδης. οὗτος γὰρ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγίειαν συγγέγραφεν οὐκέτι μοι ὡς ἐπαίνων ἀνθρωπίνην περιέργειαν ἔχοντας.
τοὺς τόμους ἀνάγκη γεγένηται. καὶ πρῶτον περὶ τῶν τῆς χώρας ἐγκωμίων, οὐχ ὡς ἀποτόμως περί τινος ἐγκωμιάσαντος χώραν ἄνευ πόλεως, ἀλλʼ ἐν τοῖς τῶν πόλεων ἐγκωμίοις καὶ τῶν περὶ χώραν ἐπαίνων παραλαμβανομένων.
Διαίρεσις τῶν ἐπιδεικτικῶν. Menander. ed. Leonhard von Spengel. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.