Λήν. ὡς δὲ μόλις ἀνενεγκὼν ᾐσθόμην οἶ κακοῦ γέγονα, οἰμωγὰς προσετίθουν ταῖς οἰμωγαῖς, ἀφειδῶς τῶν τῆς 1 κεφαλῆς καὶ πώγωνος ἐδραττόμην τριχῶν. ὢ Ι πόσα τοῦ βαράθρου κατέπασα δάκρυα, πόσοις στεναγ- μοῖς ἐχρησάμην. ἔπεισί μοι θαυμάζειν ὅπως οὐκ ἀφῆκα 2 3 4 5 καὶ τὴν ψυχήν. οὐ γὰρ ἀδάμαντος εἶχον φύσιν οὔτε μὴν σιδήρου τὴν ψυχὴν ἀπεσφυρηλάτημαι ἀπαθῶς ἐνέγκαι τοσαύτην, ὦ Γῆ καὶ Ἥλιε, συμφοράν.
ἐπυθόμην καὶ πυθόμενος κατέσχον καὶ κατασχὼν κυνὸς δίκην τοῖς ὀδοῦσιν ἐσπάραξα καὶ σπαράξας πρὸς βίαν ἀπορρῆξαι τὴν ψυχὴν παρεσκεύασα. τάχ’ ἂν οὕτω, κἂν ᾖ τῆς ἀξίας ἐλάττων, δίκην ἀπέτισε.
Declamatio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.