μὴν εὐθὺς ἢ ἑτέρωσέ ποι τοὺς ὀφθαλμοὺς ἔτρεπον· εἰ δὲ καὶ τῆς θέας ἀνασχοίμην ποτέ, βαβαί, ἡλίκον ἑώρων. γαῦρον καὶ σοβαρὸν ἀτενίζοντά τινα τὰς ὀφρῦς ἀνεσπακότα, χρυσοπάστους περικείμενον ἐσθῆτας, ζώ- νην καὶ τὸν τῆς Ἀφροδίτης πολλῷ τῷ μέσῳ κεστὸν
ὑπερβάλλουσαν, χρυσῷ περιρρεόμενον πάντοθεν ὡς μηδ’ ἀτενίζειν ἐξεῖναι τούτοις ἀσκαρδαμυκτὶ περιουσίᾳ στιλπνότητος, ὅν τρόπον οὐδ’ ἡλίῳ τὰς ὄψεις ἀν- έδην ἐπιβάλλειν ἰσχύομεν. τῷδ’ ἐκ ψυχῆς ἀπηχθανόμην ὁμῶς Ἀίδαο πύλῃσι. τί γὰρ ἴδει τοσαύτης πολυ-
τελείας ἐξὸν εὐώνοις περιβλήμασι τὴν χρείαν ὰπο- πληροῦν;
χρυσὸν μηδενὸς ὁρῶντος, μηδενὸς συγγινώσκοντος κατα- πιστεύω τῇ γῇ ἄτε τὴν τῶν κιβωτίων οὐκ ἀποχρῶσαν ἡγησάμενος φυλακήν, προσέτι καὶ τῇ τῶν γειτόνων 2 3 4 5 6 διδασκάλῳ χρώμενος συμφορᾷ, οἷς οὐ πρὸ πολλοῦ φῶρες ἐπιόντες νυκτὸς κιβωτίοις αὐτοῖς ἅπαντα τὸν ὄλβον ὑφείλοντο εὐπόρους μὲν ἐξ ἀπόρων ἑαυτοὺς ἀποφήναντες, ἐκείνους δὲ πενίας εἰς ἔσχατον περιστή-
σαντες.
Declamatio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.