γέλλετε· παραλαμβανέτω με παρ’ ὑμῶν καθάπερ τινὰ αἰχμάλωτον. εἴτ’ ἐνταῦθα βούλοιτο σφάττειν ἐν ὀφθαλ- μοῖς τοῦ δήμου παντός, σφαττέτω· εἴτ’ ἐν τῷ βουλευ- τηρίῳ τῆς βουλῆς καθημένης, κτεινέτω· εἴτε πρὸ τοῦ δικαστηρίου, πληττέτω· εἴτ’ ἐπὶ μέσης τῆς ἀγορᾶς,
παιέτω. τάχα δ’ ἂν πρέποι τῷ ἔργῳ τῆς οἰκίας ὁ ἀν- δρών, οὗ τῷ πατρὶ συσσιτῶν οὐδὲ αὐτὴν ἡδέσθην τὴν τράπεζαν. καλεσάτω μὲν τὴν συγγένειαν ἅπασαν, περι- στήσας δέ μου τῷ σώματι καὶ ἄνδρας καὶ γυναῖκας ἀνίσχοντος ἡλίου πολλὰ κατ’ ἐμοῦ διαλεχθεὶς πρὸς αὑτὸν
οὕτω κατακοπτέτω.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.