οὐδὲ δυνατόν. οὐδὲ γὰρ ὑφ’ ὅτου παρακαλοῖτ’ ἂν παραδείγματός ἐστιν. οὐδαμοῦ γὰρ ὁ νόμος οὗτος ἔργον φαίνεται προσλαβών. πρόσθες, εἰ βούλει, καὶ ταῦτα τὰ πανταχοῦ τε καὶ παρὰ πάντων θρυλλούμενα, ὅτι ὁ νόμος οὗτος ὁ λέγων ἀκρίτων εἶ-
ναι παίδων σφαγὰς δεδοικέναι μὲν τοὺς παῖδας τὴν ἐξουσίαν ταύτην καὶ κατὰ τοῦτο σωφρονεῖν βούλεται, σφάττειν δὲ οὐδένα δίδωσιν οὐδὲ μύσους οὗ οὐδεὶς 1 ἂν ἐκνίψειεν ἐμπιπλᾶν τὴν | πόλιν. ἤκουσα ταῦ τα πολλάκις, ἀλλ’ ὅμως ὁ ἐμὸς πατὴρ σφαττέτω μό-
νος, ἐπειδὴ καὶ μόνος ἐστὶ παιδὸς πατὴρ οὕτως ἐπιθυ- μοῦντος ἀποθανεῖν.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.