ἐπιλανθάνωμαι, μικρὸν δὲ φαίνωμαι τῶν ἀνδριάντων διαφέρειν, τοῦτ’ ἤδη κατηγορία τῶν δικαστῶν; τί γάρ; ἢν ἐκεῖνοι μὲν ἐρωτῶσι· τί πρὸς ταῦτα φῄς, ὦ παῖ; πῶς συκοφαντεῖσθαι λέγεις; ἐμοὶ δὲ τὸ πρόσωπον τοῦ πατρὸς ἀποστρέφῃ τὴν γλῶτταν, ἡ τοῦ φεύγοντος
αἰδὼς κακία ἂν εἴη τοῦ δικαστοῦ; ποία; μὴ τοίνυν με τῶν δικασόντων νομιζέτω τις κατηγορεῖν, ὅταν ἀπεγνω- κέναι λέγω τὴν ἀφιεῖσαν ψῆφον. οὐ γὰρ ἐκείνους ὑφ- ορώμενος, ἐμαυτὸν δὲ καταμεμφόμενος ταῦτα εἰκάζειν ἔχω.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.